1
τῶν τε καὶ τῶν χρήσιες.
1
οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν,
1
ἀλλʼ ἐόντων εὖ τε παθεῖν καὶ ἀκοῦσαι φίλοις ἐξαρκέων. κοιναὶ γὰρ ἔρχοντʼ ἐλπίδες
1
πολυπόνων ἀνδρῶν. ἐγὼ δʼ Ἡρακλέος ἀντέχομαι προφρόνως,
1
ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις ἀρχαῖον ὀτρύνων λόγον,
1
ὡς, ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐτίκα θαητὰν ἐς αἴγλαν παῖς Διὸς
1
ὠδῖνα φεύγων διδύμῳ σὺν κασιγνήτῳ μόλεν,
1
ὡς οὐ λαθὼν χρυσόθρονον
1
Ἥραν κροκωτὸν σπάργανον ἐγκατέβα·
1
ἀλλὰ θεῶν βασιλ έα
1
σπερχθεῖσα θυμῷ πέμπε δράκοντας ἄφαρ.
1
τοὶ μὲν οἰχθεισᾶν πυλᾶν
1
ἐς θαλάμου μυχὸν εὐρὺν ἔβαν, τέκνοισιν ὠκείας γνάθους
1
ἀμφελίξασθαι μεμαῶτες· ὁ δʼ ὀρθὸν μὲν ἄντεινεν κάρα, πειρᾶτο δὲ πρῶτον μάχας,
1
δισσαῖσι δοιοὺς αὐχένων
1
μάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας·
1
ἀγχομένοις δὲ χρόνος
1
ψυχὰς ἀπέπνευσεν μελέων ἀφάτων.
1
ἐκ δʼ ἄρʼ ἄτλατον δέος
1
πλᾶξε γυναῖκας, ὅσαι τύχον Ἀλκμήνας ἀρήγοισαι λέχει·
1
καὶ γὰρ αὐτά, ποσσὶν ἄπεπλος ὀρούσαισʼ ἀπὸ στρωμνᾶς, ὅμως ἄμυνεν ὕβριν κνωδάλων.
1
ταχὺ δὲ Καδμείων ἀγοὶ χαλκέοις ἀθρόοι σὺν ὅπλοις ἔδραμον·
1
ἐν χερὶ δʼ Ἀμφιτρύων κολεοῦ γυμνὸν τινάσσων φάσγανον
1
ἵκετʼ, ὀξείαις ἀνίαισι τυπείς. τὸ γὰρ οἰκεῖον πιέζει πάνθʼ ὁμῶς·
1
εὐθὺς δʼ ἀπήμων κραδία κᾶδος ἀμφʼ ἀλλότριον.
1
ἔστα δὲ θάμβει δυσφόρῳ
1
τερπνῷ τε μιχθείς. εἶδε γὰρ ἐκνόμιον
1
λῆμά τε καὶ δύναμιν
1
υἱοῦ παλίγγλωσσον δέ οἱ ἀθάνατοι
1
ἀγγέλων ῥῆσιν θέσαν.