9
ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλὸν
9
μὴ χαμαὶ σιγᾷ καλύψαι· θεσπεσία δʼ ἐπέων καύχαις ἀοιδὰ πρόσφορος.
9
ἀλλʼ ἀνὰ μὲν βρομίαν φόρμιγγʼ, ἀνὰ δʼ αὐλὸν ἐπʼ αὐτὰν ὄρσομεν
9
ἱππίων ἄθλων κορυφάν, ἅτε Φοίβῳ θῆκεν Ἄδραστος ἐπʼ Ἀσωποῦ ῥεέθροις· ὧν ἐγὼ
9
μνασθεὶς ἐπασκήσω κλυταῖς ἥρωα τιμαῖς,
9
ὃς τότε μὲν βασιλεύων κεῖθι νέαισί θʼ ἑορταῖς
9
ἰσχύος τʼ ἀνδρῶν ἁμίλλαις ἅρμασί τε γλαφυροῖς ἄμφαινε κυδαίνων πόλιν.
9
φεῦγε γὰρ Ἀμφιαρῆ ποτε θρασυμήδεα καὶ δεινὰν στάσιν
9
πατρῴων οἴκων ἀπό τʼ Ἄργεος· ἀρχοὶ δʼ οὐκ ἔτʼ ἔσαν Ταλαοῦ παῖδες, βιασθέντες λύᾳ.
9
κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν ἀνήρ.
9
ἀνδροδάμαντʼ Ἐριφύλαν, ὅρκιον ὡς ὅτε πιστόν,
9
δόντες Οἰκλείδᾳ γυναῖκα, ξανθοκομᾶν Δαναῶν ἔσσαν μέγιστοι καί ποτε
9
ἐς λὸν ἐς ἑπταπύλους Θήβας ἄγαγον στρατὸν ἀνδρῶν αἰσιᾶν
9
οὐ κατʼ ὀρνίχων ὁδόν· οὐδὲ Κρονίων ἀστεροπὰν ἐλελίξαις οἴκοθεν μαργουμένους
9
στείχειν ἐπώτρυνʼ, ἀλλὰ φείσασθαι κελεύθου.
9
φαινομέναν δʼ ἄρʼ ἐς ἄταν σπεῦδεν ὅμιλος ἱκέσθαι
9
χαλκέοις ὅπλοισιν ἱππείοις τε σὺν ἔντεσιν· Ἰσμηνοῦ δʼ ἐπʼ ὄχθαισι γλυκὺν
9
νόστον ἐρεισάμενοι λευκανθέα σώματʼ ἐπίαναν καπνόν·
9
ἑπτὰ γὰρ δαίσαντο πυραὶ νεογυίους φῶτας· ὁ δʼ Ἀμφιαρῇ σχίσσεν κεραυνῷ παμβίᾳ
9
Ζεὺς τὰν βαθύστερνον χθόνα, κρύψεν δʼ ἅμʼ ἵπποις,
9
δουρὶ Περικλυμένου πρὶν νῶτα τυπέντα μαχατὰν
9
θυμὸν αἰσχυνθῆμεν. ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν.
9
εἰ δυνατόν, Κρονίων, πεῖραν μὲν ἀγάνορα Φοινικοστόλων
9
ἐγχέων ταύταν θανάτου πέρι καὶ ζωᾶς ἀναβάλλομαι ὡς πόρσιστα, μοῖραν δʼ εὔνομον
9
αἰτέω σε παισὶν δαρὸν Αἰτναίων ὀπάζειν,
9
Ζεῦ πάτερ, ἀγλαΐαισιν δʼ ἀστυνόμοις ἐπιμῖξαι
9
λαόν. ἐντί τοι φίλιπποί τʼ αὐτόθι καὶ κτεάνων ψυχὰς ἔχοντες κρέσσονας
9
ἄνδρες. ἄπιστον ἔειπʼ· αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται,
9
ἃ φέρει δόξαν. Χρομίῳ κεν ὑπασπίζων παρὰ πεζοβόαις ἵπποις τε ναῶν τʼ ἐν μάχαις
9
ἔκρινας ἂν κίνδυνον ὀξείας ἀϋτᾶς,