Thesauros Edebiyat lyric Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar
9 οὕνεκεν ἐν πολέμῳ κείνα θεὸς ἔντυεν αὐτοῦ
9 θυμὸν αἰχματὰν ἀμύνειν λοιγὸν Ἐνυαλίου. παῦροι δὲ βουλεῦσαι φόνου
9 παρποδίου νεφέλαν τρέψαι ποτὶ δυσμενέων ἀνδρῶν στίχας
9 χερσὶ καὶ ψυχᾷ δυνατοί· λέγεται μὰν Ἕκτορι μὲν κλέος ἀνθῆσαι Σκαμάνδρου χεύμασιν
9 ἀγχοῦ, βαθυκρήμνοισι δʼ ἀμφʼ ἀκταῖς Ἑλώρου,
9 ἔνθα Ῥέας πόρον ἄνθρωποι καλέοισι, δέδορκεν
9 παιδὶ τοῦθʼ Ἁγησιδάμου φέγγος ἐν ἁλικίᾳ πρώτᾳ· τὰ δʼ ἄλλαις ἁμέραις
9 πολλὰ μὲν ἐν κονίᾳ χέρσῳ, τὰ δὲ γείτονι πόντῳ φάσομαι.
9 ἐκ πόνων δʼ, οἳ σὺν νεότατι γένωνται σύν τε δίκᾳ, τελέθει πρὸς γῆρας αἰὼν ἁμέρα.
9 ἴστω λαχὼν πρὸς δαιμόνων θαυμαστὸν ὄλβον.
9 εἰ γὰρ ἅμα κτεάνοις πολλοῖς ἐπίδοξον ἄρηται
9 κῦδος, οὐκ ἔστι πρόσωθεν θνατὸν ἔτι σκοπιᾶς ἄλλας ἐφάψασθαι ποδοῖν.
9 ἡσυχία δὲ φιλεῖ μὲν συμπόσιον· νεοθαλὴς δʼ αὔξεται
9 μαλθακᾷ νικαφορία σὺν ἀοιδᾷ· θαρσαλέα δὲ παρὰ κρητῆρα φωνὰ γίνεται.
9 ἐγκιρνάτω τίς νιν, γλυκὺν κώμου προφάταν,
9 ἀργυρέαισι δὲ νωμάτω φιάλαισι βιατὰν
9 ἀμπέλου παῖδʼ, ἅς ποθʼ ἵπποι κτησάμεναι Χρομίῳ πέμψαν θεμιπλέκτοις ἁμᾷ
9 Λατοΐδα στεφάνοις ἐκ τᾶς ἱερᾶς Σικυῶνος. Ζεῦ πάτερ,
9 εὔχομαι ταύταν ἀρετὰν κελαδῆσαι σὺν Χαρίτεσσιν, ὑπὲρ πολλῶν τε τιμαλφεῖν λόγοις
9 νίκαν, ἀκοντίζων σκοποῖʼ ἄγχιστα Μοισᾶν.

Nemean 10 ΘΕΑΙῼ ΑΡΓΕΙῼ ΠΑΛΑΙΣΤΗι

10 Δαναοῦ πόλιν ἀγλαοθρόνων τε πεντήκοντα κορᾶν, Χάριτες,
10 Ἄργος Ἥρας δῶμα θεοπρεπὲς ὑμνεῖτε· φλέγεται δʼ ἀρεταῖς
10 μυρίαις ἔργων θρασέων ἕνεκεν.
10 μακρὰ μὲν τὰ Περσέος ἀμφὶ Μεδοίσας Γοργόνος·
10 πολλὰ δʼ Αἰγύπτῳ καταοίκισθεν ἄστη ταῖς Ἐπάφου παλάμαις·
10 οὐδʼ Ὑπερμνήστρα παρεπλάγχθη, μονόψαφον ἐν κολεῷ κατασχοῖσα ξίφος.
10 Διομήδεα δʼ ἄμβροτον ξανθά ποτε Γλαυκῶπις ἔθηκε θεόν·
10 γαῖα δʼ ἐν Θήβαις ὑπέδεκτο κεραυνωθεῖσα Διὸς βέλεσιν
10 μάντιν Οἰκλείδαν, πολέμοιο νέφος·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi