Thesauros Edebiyat lyric Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar
3 ἀβάταν ἅλα κιόνων ὑπὲρ Ἡρακλέος περᾶν εὐμαρές,
3 ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας
3 μάρτυρας κλυτάς· δάμασε δὲ θῆρας ἐν πελάγεσιν
3 ὑπέροχος, διά τʼ ἐξερεύνασε τεναγέων
3 ῥοάς, ὅπα πόμπιμον κατέβαινε νόστου τέλος,
3 καὶ γᾶν φράδασσε. θυμέ, τίνα πρὸς ἀλλοδαπὰν
3 ἄκραν ἐμὸν πλόον παραμείβ εαι ;
3 Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν,
3 ἕπεται δὲ λόγῳ δίκας ἄωτος, ἐσλὸς αἰνεῖν·
3 οὐδʼ ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες·
3 οἴκοθεν μάτευε. ποτίφορον δὲ κόσμον ἔλαβες
3 type="unspecified" γλυκύ τι γαρυέμεν. παλαιαῖσι δʼ ἐν ἀρεταῖς
3 γέγαθε Πηλεὺς ἄναξ ὑπέραλλον αἰχμὰν ταμών·
3 ὃς καὶ Ἰωλκὸν εἷλε μόνος ἄνευ στρατιᾶς,
3 καὶ ποντίαν Θέτιν κατέμαρψεν
3 ἐγκονητί. Λαομέδοντα δʼ εὐρυσθενὴς
3 Τελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν ἔπερσεν·
3 καί ποτε χαλκότοξον Ἀμαζόνων μετʼ ἀλκὰν
3 ἕπετό οἱ· οὐδέ νίν ποτε φόβος ἀνδροδάμας ἔπαυσεν ἀκμὰν φρενῶν.
3 συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα βρίθει·
3 ὃς δὲ διδάκτʼ ἔχει, ψεφηνὸς ἀνὴρ ἄλλοτʼ ἄλλα πνέων οὔ ποτʼ ἀτρεκεῖ
3 κατέβα ποδί, μυριᾶν δʼ ἀρετᾶν ἀτελεῖ νόῳ γεύεται.
3 ξανθὸς δʼ Ἀχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοις
3 παῖς ἐὼν ἄθυρε μεγάλα ἔργα, χερσὶ θαμινὰ
3 βραχυσίδαρον ἄκοντα πάλλων, ἴσα τʼ ἀνέμοις
3 μάχᾳ λεόντεσσιν ἀγροτέροις ἔπρασσεν φόνον,
3 κάπρους τʼ ἔναιρε, σώματα δὲ παρὰ Κρονίδαν
3 Κένταυρον ἀσθμαίνοντα κόμιζεν,
3 ἑξέτης τὸ πρῶτον, ὅλον δʼ ἔπειτʼ ἂν χρόνον·
3 τὸν ἐθάμβεον Ἄρτεμίς τε καὶ θρασεῖʼ Ἀθάνα,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi