Thesauros Edebiyat lyric Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar
3 κτείνοντʼ ἐλάφους ἄνευ κυνῶν δολίων θʼ ἑρκέων·
3 ποσσὶ γὰρ κράτεσκε. λεγόμενον δὲ τοῦτο προτέρων
3 ἔπος ἔχω· βαθυμῆτα Χείρων τράφε λιθίνῳ
3 Ἰάσονʼ ἔνδον τέγει, καὶ ἔπειτεν Ἀσκλήπιον,
3 τὸν φαρμάκων δίδαξε μαλακόχειρα νόμον·
3 νύμφευσε δʼ αὖτις ἀγλαόκαρπον
3 Νηρέος θύγατρα, γόνον τέ οἱ φέρτατον
3 ἀτίταλλεν, ἐν ἀρμένοισι πᾶσι θυμὸν αὔξων·
3 ὄφρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθεὶς
3 ὑπὸ Τρωΐαν, δορίκτυπον ἀλαλὰν Λυκίων τε προσμένοι καὶ Φρυγῶν
3 Δαρδάνων τε, καὶ ἐγχεσφόροις ἐπιμίξαις
3 Αἰθιόπεσσι χεῖρας, ἐν φρασὶ πάξαιθʼ, ὅπως σφίσι μὴ κοίρανος ὀπίσω
3 πάλιν οἴκαδʼ ἀνεψιὸς ζαμενὴς Ἑλένοιο Μέμνων μόλοι.
3 τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν αὐτόθεν·
3 Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δʼ ἀγών, τὸν ὕμνος ἔβαλεν
3 ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων.
3 βοὰ δὲ νικαφόρῳ σὺν Ἀριστοκλείδᾳ πρέπει,
3 ὃς τάνδε νᾶσον εὐκλέϊ προσέθηκε λόγῳ
3 καὶ σεμνὸν ἀγλααῖσι μερίμναις
3 Πυθίου Θεάριον. ἐν δὲ πείρᾳ τέλος
3 διαφαίνεται, ὧν τις ἐξοχώτερος γένηται,
3 ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον
3 ἐν παλαιτέροισι, μέρος ἕκαστον οἷον ἔχομεν
3 βρότεον ἔθνος. ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετὰς
3 ὁ θνατὸς αἰών, φρονεῖν δʼ ἐνέπει τὸ παρκείμενον.
3 τῶν οὐκ ἄπεσσι. χαῖρε, φίλος. ἐγὼ τόδε τοι
3 πέμπω μεμιγμένον μέλι λευκῷ
3 σὺν γάλακτι, κιρναμένα δʼ ἔερσʼ ἀμφέπει,
3 πόμʼ ἀοίδιμον Αἰολῇσιν ἐν πνοαῖσιν αὐλῶν,
3 ὀψέ περ. ἔστι δʼ αἰετὸς ὠκὺς ἐν ποτανοῖς,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi