Thesauros Edebiyat lyric Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar
4 Πηλεὺς παρέδωκεν Αἱμόνεσσιν
4 δάμαρτος Ἱππολύτας Ἄκαστος δολίαις
4 τέχναισι χρησάμενος·
4 τᾷ Δαιδάλου τε μαχαίρᾳ φύτευέ οἱ θάνατον
4 ἐκ λόχου, Πελίαο παῖς· ἄλαλκε δὲ Χείρων,
4 καὶ τὸ μόρσιμον Διόθεν πεπρωμένον ἔκφερεν·
4 πῦρ δὲ παγκρατὲς θρασυμαχάνων τε λεόντων
4 ὄνυχας ὀξυτάτους ἀκμὰν
4 τε δεινοτάτων σχάσαις ὀδόντων
4 ἔγαμεν ὑψιθρόνων μίαν Νηρεΐδων,
4 εἶδεν δʼ εὔκυκλον ἕδραν,
4 τᾶς οὐρανοῦ βασιλῆες πόντου τʼ ἐφεζόμενοι
4 δῶρα καὶ κράτος ἐξέφαναν ἐγγενὲς αὐτῷ.
4 Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν· ἀπότρεπε
4 αὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός·
4 ἄπορα γὰρ λόγον Αἰακοῦ
4 παίδων τὸν ἅπαντά μοι διελθεῖν.
4 Θεανδρίδαισι δʼ ἀεξιγυίων ἀέθλων
4 κάρυξ ἑτοῖμος ἔβαν
4 Οὐλυμπίᾳ τε καὶ Ἰσθμοῖ Νεμέᾳ τε συνθέμενος,
4 ἔνθα πεῖραν ἔχοντες οἴκαδε κλυτοκάρπων
4 οὐ νέοντʼ ἄνευ στεφάνων, πάτραν ἵνʼ ἀκούομεν,
4 Τιμάσαρχε, τ εὰ ν ἐπινικίοισιν ἀοιδαῖς
4 πρόπολον ἔμμεναι. εἰ δέ τοι
4 μάτρῳ μʼ ἔτι Καλλικλεῖ κελεύεις
4 στάλαν θέμεν Παρίου λίθου λευκοτέραν·
4 ὁ χρυσὸς ἑψόμενος
4 αὐγὰς ἔδειξεν ἁπάσας, ὕμνος δὲ τῶν ἀγαθῶν
4 ἑργμάτων βασιλεῦσιν ἰσοδαίμονα τεύχει
4 φῶτα· κεῖνος ἀμφʼ Ἀχέροντι ναιετάων ἐμὰν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi