Thesauros Edebiyat lyric Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar
7 ἢ ὅτʼ ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς;
7 ἢ ὅτʼ ἀμφʼ Ἰόλαον ἱππόμητιν;
7 ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν; ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανὸν
7 μυρίων ἑτάρων ἐς Ἄργος ἵππιον;
7 ἢ Δωρίδʼ ἀποικίαν οὕνεκεν ὀρθῷ
7 ἔστασας ἐπὶ σφυρῷ
7 Λακεδαιμονίων, ἕλον δʼ Ἀμύκλας
7 Αἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις;
7 ἀλλὰ παλαιὰ γὰρ
7 εὕδει χάρις, ἀμνάμονες δὲ βροτοί,
7 ὅ τι μὴ σοφίας ἄωτον ἄκρον
7 κλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν.
7 κώμαζʼ ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳ
7 καὶ Στρεψιάδᾳ· φέρει γὰρ Ἰσθμοῖ
7 νίκαν παγκρατίου· σθένει τʼ ἔκπαγλος ἰδεῖν τε μορφάεις· ἄγει τʼ ἀρετὰν οὐκ αἴσχιον φυᾶς.
7 φλέγεται δὲ ἰοπλόκοισι Μοίσαις,
7 μάτρωΐ θʼ ὁμωνύμῳ δέδωκε κοινὸν θάλος,
7 χάλκασπις ᾧ πότμον μὲν Ἄρης ἔμιξεν,
7 τιμὰ δʼ ἀγαθοῖσιν ἀντίκειται.
7 ἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλαζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται,
7 λοιγὸν ἄντα φέρων ἐναντίῳ στρατῷ,
7 ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων
7 ζώων τʼ ἀπὸ καὶ θανών.
7 τὺ δέ, Διοδότοιο παῖ, μαχατὰν
7 αἰνέων Μελέαγρον, αἰνέων δὲ καὶ Ἕκτορα
7 Ἀμφιάρηόν τε,
7 εὐανθέʼ ἀπέπνευσας ἁλικίαν
7 προμάχων ἀνʼ ὅμιλον, ἔνθʼ ἄριστοι
7 ἔσχον πολέμοιο νεῖκος ἐσχάταις ἐλπίσιν.
7 ἔτλαν δὲ πένθος οὐ φατόν· ἀλλὰ νῦν μοι

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi