Thesauros Edebiyat lyric Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar
8 Αἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν,
8 πατρὸς οὕνεκα δίδυμαι γένοντο θύγατρες Ἀσωπίδων
8 ὁπλόταται, Ζηνί τε ἅδον βασιλέϊ.
8 ὃ τὰν μὲν παρὰ καλλιρόῳ
8 Δίρκᾳ φιλαρμάτου πόλιος ᾤκισσεν ἁγεμόνα·
8 σὲ δʼ ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼν
8 κοιμᾶτο, δῖον ἔνθα τέκες
8 Αἰακὸν βαρυσφαράγῳ πατρὶ κεδνότατον ἐπιχθονίων· ὃ καὶ
8 δαιμόνεσσι δίκας ἐπείραινε· τοῦ μὲν ἀντίθεοι
8 ἀρίστευον υἱέες υἱέων τʼ ἀρηΐφιλοι παῖδες ἀνορέᾳ χάλκεον στονόεντʼ ἀμφέπειν ὅμαδον· σώφρονές τʼ ἐγένοντο πινυτοί τε θυμόν.
8 ταῦτα καὶ μακάρων ἐμέμναντʼ ἀγοραί,
8 Ζεὺς ὅτʼ ἀμφὶ Θέτιος ἀγλαός τʼ ἔρισαν Ποσειδᾶν γάμῳ,
8 ἄλοχον εὐειδέʼ ἐθέλων ἑκάτερος
8 ἑὰν ἔμμεν· ἔρως γὰρ ἔχεν.
8 ἀλλʼ οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες,
8 ἐπεὶ θεσφάτων ἐπάκουσαν· εἶπε δʼ
8 εὔβουλος ἐν μέσοισι Θέμις,
8 οὕνεκεν πεπρωμένον ἦν φέρτερον γόνον ἄνακτα πατρὸς τεκεῖν
8 ποντίαν θεόν, ὃς κεραυνοῦ τε κρέσσον ἄλλο βέλος
8 διώξει χερὶ τριόδοντός τʼ ἀμαιμακέτου, Δί τε μισγομέναν ἢ Διὸς παρʼ ἀδελφεοῖσιν.— ἀλλὰ τὰ μὲν παύσατε· βροτέων δὲ λεχέων τυχοῖσα
8 υἱὸν εἰσιδέτω θανόντʼ ἐν πολέμῳ,
8 χεῖρας Ἄρεΐ τʼ ἐναλίγκιον στεροπαῖσί τʼ ἀκμὰν ποδῶν.
8 τὸ μὲν ἐμὸν Πηλέϊ γάμου θεόμορον
8 ὀπάσσαι γέρας Αἰακίδᾳ,
8 ὅντʼ εὐσεβέστατον φάτις Ἰωλκοῦ τράφειν πεδίον·
8 ἰόντων δʼ ἐς ἄφθιτον ἄντρον εὐθὺς
8 Χείρωνος αὐτίκʼ ἀγγελίαι·
8 μηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα δὶς ἐγγυαλιζέτω
8 ἄμμιν· ἐν διχομηνίδεσσιν δὲ ἑσπέραις ἐρατὸν
8 λύοι κεν χαλινὸν ὑφʼ ἥρωϊ παρθενίας. ὣς φάτο Κρονίδαις ἐννέποισα θεά· τοὶ δʼ ἐπὶ γλεφάροις νεῦσαν ἀθανάτοισιν· ἐπέων δὲ καρπὸς

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi