Thesauros Edebiyat lyric Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar
1 Ἰφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει,
1 Τυνδαρίδας δʼ ἐν Ἀχαιοῖς ὑψίπεδον Θεράπνας οἰκ έω ν ἕδος.
1 χαίρετʼ. ἐγὼ δὲ Ποσειδάωνι Ἰσθμῷ τε ζαθέᾳ
1 Ὀγχηστίαισίν τʼ ἀϊόνεσσιν περιστέλλων ἀοιδὰν
1 γαρύσομαι τοῦδʼ ἀνδρὸς ἐν τιμαῖσιν ἀγακλέα τὰν Ἀσωποδώρου πατρὸς αἶσαν
1 Ὀρχομενοῖό τε πατρῴαν ἄρουραν,
1 ἅ νιν ἐρειδόμενον ναυαγίαις
1 ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ
1 δέξατο συντυχίᾳ·
1 νῦν δʼ αὖτις ἀρχαίας ἐπέβασε πότμος
1 συγγενὴς εὐαμερίας. ὁ πονήσαις δὲ νόῳ καὶ προμάθειαν φέρει·
1 εἰ δʼ ἀρετᾷ κατάκειται πᾶσαν ὀργάν,
1 ἀμφότερον δαπάναις τε καὶ πόνοις,
1 χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπον
1 μὴ φθονεραῖσι φέρειν
1 γνώμαις. ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ
1 ἀντὶ μόχθων παντοδαπῶν ἔπος εἰπόντʼ ἀγαθὸν ξυνὸν ὀρθῶσαι καλόν.
1 μισθὸς γὰρ ἄλλοις ἄλλος ἐφʼ ἔργμασιν ἀνθρώποις γλυκύς,
1 μηλοβότᾳ τʼ ἀρότᾳ τʼ ὀρνιχολόχῳ τε καὶ ὃν πόντος τρέφει·
1 γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται·
1 ὃς δʼ ἀμφʼ ἀέθλοις ἢ πολεμίζων ἄρηται κῦδος ἁβρόν,
1 εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται, πολιατᾶν καὶ ξένων γλώσσας ἄωτον.
1 ἄμμι δʼ ἔοικε Κρόνου σεισίχθονʼ υἱὸν
1 γείτονʼ ἀμειβομένοις εὐεργέταν
1 ἁρμάτων ἱπποδρόμιον κελαδῆσαι,
1 καὶ σέθεν, Ἀμφιτρύων,
1 παῖδας προσειπεῖν, τὸν Μινύα τε μυχὸν
1 καὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευσῖνα καὶ Εὔβοιαν ἐν γναμπτοῖς δρόμοις·
1 Πρωτεσίλα, τὸ τεὸν δʼ ἀνδρῶν Ἀχαιῶν
1 ἐν Φυλάκᾳ τέμενος συμβάλλομαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi