Thesauros Edebiyat lyric Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar
2 ῥυσίδιφρον χεῖρα πλαξίπποιο φωτός,
2 τὰν Νικόμαχος κατὰ καιρὸν νεῖμʼ ἁπάσαις ἁνίαις·
2 ὅντε καὶ κάρυκες ὡρᾶν ἀνέγνον, σπονδοφόροι Κρονίδα
2 Ζηνὸς Ἀλεῖοι, παθόντες πού τι φιλόξενον ἔργον·
2 ἁδυπνόῳ τέ νιν ἀσπάζοντο φωνᾷ
2 χρυσέας ἐν γούνασιν πίτνοντα Νίκας
2 γαῖαν ἀνὰ σφετέραν, τὰν δὴ καλέοισιν Ὀλυμπίου Διὸς
2 ἄλσος· ἵνʼ ἀθανάτοις Αἰνησιδάμου
2 παῖδες ἐν τιμαῖς ἔμιχθεν.
2 καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι
2 οὔτε κώμων, ὦ Θρασύβουλʼ, ἐρατῶν,
2 οὔτε μελικόμπων ἀοιδᾶν.
2 οὐ γὰρ πάγος, οὐδὲ προσάντης ἁ κέλευθος γίνεται,
2 εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων.
2 μακρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθʼ, ὅσον ὀργὰν
2 Ξεινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖαν
2 ἔσχεν. αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν,
2 ἱπποτροφίας τε νομίζων ἐν Πανελλάνων νόμῳ·
2 καὶ θεῶν δαῖτας προσέπτυκτο πάσας· οὐδέ ποτε ξενίαν
2 οὖρος ἐμπνεύσαις ὑπέστειλʼ ἱστίον ἀμφὶ τράπεζαν·
2 ἀλλʼ ἐπέρα ποτὶ μὲν Φᾶσιν θερείαις,
2 ἐν δὲ χειμῶνι πλέων Νείλου πρὸς ἀκτάς.
2 μή νυν, ὅτι φθονεραὶ θνατῶν φρένας ἀμφικρέμανται ἐλπίδες,
2 μήτʼ ἀρετάν ποτε σιγάτω πατρῴαν,
2 μηδὲ τούσδʼ ὕμνους· ἐπεί τοι
2 οὐκ ἐλινύσοντας αὐτοὺς εἰργασάμαν.
2 ταῦτα, Νικάσιππʼ, ἀπόνειμον, ὅταν
2 ξεῖνον ἐμὸν ἠθαῖον ἔλθῃς.

ιστημιαν 3 ΜΕΛΙΣΣῼ ΘΗΒΑΙῼ ΙΠΠΟΙΣ

3 εἴ τις ἀνδρῶν εὐτυχήσαις ἢ σὺν εὐδόξοις ἀέθλοις

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi