Thesauros Edebiyat lyric Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar
4 καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν.
4 ἱπποτρόφοι τʼ ἐγένοντο,
4 χαλκέῳ τʼ Ἄρει ἅδον.
4 ἀλλʼ ἁμέρᾳ γὰρ ἐν μιᾷ
4 τραχεῖα νιφὰς πολέμοιο τεσσάρων
4 ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν·
4 νῦν δʼ αὖ μετὰ χειμέριον ποικίλων μηνῶν ζόφον
4 χθὼν ὥτε φοινικέοισιν ἄνθησεν ῥόδοις
4 δαιμόνων βουλαῖς. ὁ κινητὴρ δὲ γᾶς Ὀγχηστὸν οἰκέων
4 καὶ γέφυραν ποντιάδα πρὸ Κορίνθου τειχέων,
4 τόνδε πορὼν γενεᾷ θαυμαστὸν ὕμνον
4 ἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν
4 εὐκλέων ἔργων· ἐν ὕπνῳ γὰρ πέσεν· ἀλλʼ ἀνεγειρομένα χρῶτα λάμπει,
4 Ἀωσφόρος θαητὸς ὣς ἄστροις ἐν ἄλλοις·
4 ἅ τε κἀν γουνοῖς Ἀθανᾶν ἅρμα καρύξαισα νικᾶν
4 ἔν τʼ Ἀδραστείοις ἀέθλοις Σικυῶνος ὤπασεν
4 τοιάδε τῶν τότʼ ἐόντων φύλλʼ ἀοιδᾶν.
4 οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχον
4 καμπύλον δίφρον, Πανελλάνεσσι δʼ ἐριζόμενοι δαπάνᾳ χαῖρον ἵππων.
4 τῶν ἀπειράτων γὰρ ἄγνωστοι σιωπαί,
4 ἔστιν δʼ ἀφάνεια τύχας καὶ μαρναμένων,
4 πρὶν τέλος ἄκρον ἱκέσθαι·
4 τῶν τε γὰρ καὶ τῶν διδοῖ·
4 καὶ κρέσσονʼ ἀνδρῶν χειρόνων
4 ἔσφαλε τέχνα καταμάρψαισʼ. ἴστε μὰν Αἴαντος ἀλκὰν φοίνιον, τὰν ὀψίᾳ
4 ἐν νυκτὶ ταμὼν περὶ ᾧ φασγάνῳ, μομφὰν ἔχει παίδεσσιν Ἑλλάνων ὅσοι Τρῴανδʼ ἔβαν.
4 ἀλλʼ Ὅμηρός τοι τετίμακεν διʼ ἀνθρώπων, ὃς αὐτοῦ
4 πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν
4 θεσπεσίων ἐπέων λοιποῖς ἀθύρειν.
4 τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi