Thesauros Edebiyat lyric Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar
4 νίκαν ἀνεφάνατο παίδων τε τρίταν πρόσθεν, κυβερνατῆρος οἰακοστρόφου
4 γνώμᾳ πεπιθὼν πολυβούλῳ. σὺν Ὀρσέᾳ δέ νιν κωμάξομαι, τερπνὰν ἐπιστάζων χάριν.

ιστημιαν 5 ΦΥΛΑΚΙΔΑι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ

5 μᾶτερ Ἁλίου πολυώνυμε Θεία,
5 σέο ἕκατι καὶ μεγασθενῆ νόμισαν
5 χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων·
5 καὶ γὰρ ἐριζόμεναι
5 νᾶες ἐν πόντῳ καὶ ὑφʼ ἅρμασιν ἵπποι
5 διὰ τεάν, ὤνασσα, τιμὰν ὠκυδινάτοις ἐν ἁμίλλαισι θαυμασταὶ πέλονται·
5 ἔν τʼ ἀγωνίοις ἀέθλοισι ποθεινὸν
5 κλέος ἔπραξεν, ὅντινʼ ἀθρόοι στέφανοι
5 χερσὶ νικάσαντʼ ἀνέδησαν ἔθειραν
5 ἢ ταχυτᾶτι ποδῶν.
5 κρίνεται δʼ ἀλκὰ διὰ δαίμονας ἀνδρῶν.
5 δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαίνοντι τὸν ἄλπνιστον εὐανθεῖ σὺν ὄλβῳ,
5 εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ.
5 μὴ μάτευε Ζεὺς γενέσθαι· πάντʼ ἔχεις,
5 εἴ σε τούτων μοῖρʼ ἐφίκοιτο καλῶν.
5 θνατὰ θνατοῖσι πρέπει.
5 τὶν δʼ ἐν Ἰσθμῷ διπλόα θάλλοισʼ ἀρετά,
5 Φυλακίδα, κεῖται, Νεμέα δὲ καὶ ἀμφοῖν,
5 Πυθέᾳ τε παγκρατίου. τὸ δʼ ἐμὸν
5 οὐκ ἄτερ Αἰακιδᾶν κέαρ ὕμνων γεύεται·
5 σὺν Χάρισιν δʼ ἔμολον Λάμπωνος υἱοῖς
5 τάνδʼ ἐς εὔνομον πόλιν. εἰ δὲ τέτραπται
5 θεοδότων ἔργων κέλευθον ἂν καθαράν,
5 μὴ φθόνει κόμπον τὸν ἐοικότʼ ἀοιδᾷ
5 κιρνάμεν ἀντὶ πόνων.
5 καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ
5 λόγον ἐκέρδαναν, κλέονται δʼ ἔν τε φορμίγγεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκλαῖς

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi