Thesauros Edebiyat lyric Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar

ιστημιαν 1 ΗΡΟΔΟΤῼ ΘΗΒΑΙῼ ΑΡΜΑΤΙ

1 μᾶτερ ἐμά, τὸ τεόν, χρύσασπι Θήβα,
1 πρᾶγμα καὶ ἀσχολίας ὑπέρτερον
1 θήσομαι. μή μοι κραναὰ νεμεσάσαι
1 Δᾶλος, ἐν ᾇ κέχυμαι.
1 τί φίλτερον κεδνῶν τοκέων ἀγαθοῖς;
1 εἶξον, Ὠπολλωνιάς· ἀμφοτερᾶν τοι χαρίτων σὺν θεοῖς ζεύξω τέλος,
1 καὶ τὸν ἀκειρεκόμαν Φοῖβον χορεύων
1 ἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοις
1 ἀνδράσιν, καὶ τὰν ἁλιερκέα, Ἰσθμοῦ
1 δειράδʼ· ἐπεὶ στεφάνους
1 ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων,
1 καλλίνικον πατρίδι κῦδος. ἐν ᾇ καὶ τὸν ἀδείμαντον Ἀλκμήνα τέκεν
1 παῖδα, θρασεῖαι τόν ποτε Γηρυόνα φρῖξαν κύνες.
1 ἀλλʼ ἐγὼ Ἡροδότῳ τεύχων τὸ μὲν ἅρματι τεθρίππῳ γέρας,
1 ἁνία τʼ ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντʼ ἐθέλω
1 ἢ Καστορείῳ ἢ Ἰολάου ἐναρμόξαι νιν ὕμνῳ.
1 κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ Θήβαις ἐτέκνωθεν κράτιστοι·
1 ἔν τʼ ἀέθλοισι θίγον πλείστων ἀγώνων,
1 καὶ τριπόδεσσιν ἐκόσμησαν δόμον
1 καὶ λεβήτεσσιν φιάλαισί τε χρυσοῦ,
1 γευόμενοι στεφάνων
1 νικαφόρων· λάμπει δὲ σαφὴς ἀρετὰ
1 ἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔν τʼ ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις,
1 οἷά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖς,
1 καὶ λιθίνοις ὁπότʼ ἐν δίσκοις ἵεν.
1 οὐ γὰρ ἦν πεντάθλιον, ἀλλʼ ἐφʼ ἑκάστῳ
1 ἔργματι κεῖτο τέλος.
1 τῶν ἀθρόοις ἀνδησάμενοι θαμάκις
1 ἔρνεσιν χαίτας ῥεέθροισί τε Δίρκας ἔφανεν καὶ παρʼ Εὐρώτᾳ πέλας,
1 / 16 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi