Thesauros Edebiyat lyric Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides
5 πατρὸ]ς Ἀλθαία περικλειτοῖσιν Οἰνέος·
5 τῶν δʼ ὤ]λεσε μοῖρʼ ὀλοὰ
5 πλεῦνα]ς· οὐ γάρ πω δαΐφρων
5 παῦσεν] χόλον ἀγροτέρα
5 Λατοῦς θυγάτηρ· περὶ δʼ αἴθωνος δορᾶς
5 μαρνάμεθʼ ἐνδυκέως
5 Κουρῆσι μενεπτολέμοις·
5 ἔνθʼ ἐγὼ πολλοῖς σὺν ἄλλοις
5 Ἴφικλον κατέκτανον
5 ἐσθλόν τʼ Ἀφάρητα, θοοὺς μάτρωας· οὐ γὰρ
5 καρτερόθυμος Ἄρης
5 κρίνει φίλον ἐν πολέμῳ·
5 τυφλὰ δʼ ἐκ χειρῶν βέλη
5 ψυχαῖς ἔπι δυσμενέων φοι-
5 τᾷ θάνατόν τε φέρει
5 τοῖσιν ἂν δαίμων θέλῃ·
5 ταῦτʼ οὐκ ἐπιλεξαμένα
5 Θεστίου κούρα δαΐφρων
5 μάτηρ κακόποτμος ἐμοὶ
5 βούλευσεν ὄλεθρον ἀτάρβακτος γυνά·
5 καῖέ τε δαιδαλέας
5 ἐκ λάρνακος ὠκύμορον
5 φιτρὸν ἀγκλαύσασα, τὸν δὴ
5 μοῖρʼ ἐπέκλωσεν τότε
5 ζωᾶς ὅρον ἁμετέρας ἔμμεν. τύχον μὲν
5 Δαϊπύλου Κλύμενον
5 παῖδʼ ἄλκιμον ἐξεναρί-
5 ζων ἀμώμητον δέμας,
5 πύργων προπάροιθε κιχήσας·
5 τοὶ δὲ πρὸς εὐκτιμέναν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi