9
οἳ τριέτει στεφάνῳ
9
ξανθὰν ἐρέψωνται κόμαν.
9
Αὐτομήδει νῦν γε νικά-
9
σαντί νιν δαίμων ἔδωκεν.
9
πενταέθλοισιν γὰρ ἐνέπρεπεν ὡς
9
ἄστρων διακρίνει φάη
9
νυκτὸς διχομήνιδος εὐφεγγὴς σελάνα·
9
τοῖος Ἑλλάνων διʼ ἀπείρονα κύκλον
9
φαῖνε θαυμαστὸν δέμας,
9
δισκὸν τροχοειδέα ῥίπτων,
9
καὶ μελαμφύλλου κλάδον
9
ἀκτ έα ς ἐς αἰπεινὰν προπέμπων
9
αἰθέρʼ ἐκ χειρὸς βοὰν ὤτρυνε λαῶν,
9
ἢ τελευταίας ἀμάρυγμα πάλας·
9
τοιῷ[δʼ ὑπερθύ]μῳ σ[θένε]ι
9
γυια[λκέα σώ]ματα [πρὸς γ]αίᾳ πελάσσας
9
ἵκετʼ [Ἀσωπὸ]ν παρὰ πορφυροδίναν,
9
τοῦ κ[λέος π]ᾶσαν χθόνα
9
ἦλθε[ν καὶ] ἐπʼ ἔσχατα Νείλου·
9
ταί τʼ ἐπʼ ε[ὐν]αεῖ πόρῳ
9
οἰκεῦσι Θερμώδοντος, ἐγχ έω ν
9
ἵστορες κοῦραι διωξίπποιʼ Ἄρηος,
9
σῶν, ὦ πολυζήλωτε ϝάναξ ποταμῶν,
9
ἐγγόνων γεύσαντο, καὶ ὑψιπύλου Τροίας ἕδος.
9
στείχει διʼ εὐρείας κελεύθου
9
μυρία παντᾷ φάτις
9
σᾶς γενεᾶς λιπαρο-
9
ζώνων θυγάτρων, ἃς θεοὶ
9
σὺν τύχαις ᾤκισσαν ἀρχα-
9
γοὺς ἀπορθήτων ἀγυιᾶν.