Thesauros Edebiyat lyric Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides
10 π[αῦλ]αν ἀπράκταν [!!!!![
10 Ἀ[γλ]αῷ καὶ νῦν κασιγνήτας ἀκοίτας
10 νασιῶτιν ἐκίνησεν λιγύφθογγον μέλισσαν,
10 ἀχ]ειρὲς ἵνʼ ἀθάνατον Μουσᾶν ἄγαλμα
10 ξυνὸν ἀνθρώποισιν εἴη
10 χάρμα, τεὰν ἀρετὰν
10 μανῦον ἐπιχθονίοισιν,
10 ὁσσάκις Νίκας ἕκατι
10 ἄνθεσι ξανθὰν ἀναδησάμενος κεφαλὰν
10 κῦδος εὐρείαις Ἀθάναις
10 θῆκας Οἰνείδαις τε δόξαν.
10 ἐν Ποσειδᾶνος περικλειτοῖς ἀέθλοις
10 εὐθὺς ἔνδειξ]ας Ἕλλασιν ποδῶν ὁρμὰν ταχεῖαν·
10 δεύτερον δʼ οὔ]ροισιν ἔπι σταδίου,
10 θερμ[ὰν ἔτι] πνέων ἄελλαν,
10 ἔστα[· βρέχω]ϝ̣ δʼ ᾆξʼ αὖτε θατήρων ἐλαίῳ
10 φάρε[ʼ ἐς εὔθροο]ν ἐμπίτνων ὅμιλον,
10 τετρ[αέλικτο]ν ἐπεὶ
10 κάμ[ψεν δρό]μον. Ἰσθμιονίκαν
10 δίς ν[ιν ἀγκ]άρυξαν εὐβού-
10 λων [ἀεθλάρχ]ων προφᾶται·
10 δὶς δʼ ἐ[ν Νεμέ]ᾳ Κρονίδα Ζηνὸς παρʼ ἁγνὸν
10 βωμό[ν· ἁ κλει]νά τε Θήβα
10 δέκτ[ό νιν ε]ὐρύχορόν
10 τʼ Ἄργο[ς Σικυώ]ν τε κατʼ αἶσαν·
10 οἵ τε Π[ελλάν]αν νέμονται,
10 ἀμφί τʼ Εὔβοιαν πολ[υλάϊο]ν, οἵ θʼ ἱερὰν
10 νᾶσο[ν Αἴγιν]αν. ματεύει
10 δʼ ἄλλ[ος ἀλλοί]αν κέλευθον,
10 ἅντι[να στείχ]ων ἀριγνώτοιο δόξας

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi