Thesauros Edebiyat lyric Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides
12 εἰ δή ποτε καὶ πάρος· ἐς γὰρ ὀλβίαν
12 ξείνοισί με πότνια Νίκα
12 νᾶσον Αἰγίνας ἀπάρχει
12 ἐλθόντα κοσμῆσαι θεόδματον πόλιν·
12 τάν τʼ ἐν Νεμέᾳ γυιαλκέα μουνοπάλαν
12 ξεινου̣ [!!!!]νιοι αστ[ׯ˘¯
12 ἀμφικ[τιόν]ω̣ν ἐν ἀέθλοι̣[ς
12 σὺν τρι[άκο]ντʼ ἀ̣γλααῖσιν
12 νίκαις [ἐκ]ωμάσθησαν οἱ μει̣[¯˘¯,
12 οἱ δʼ ἐν Πέλοπος ζ̣α̣θέας
12 νάσου π[ι]τυώδεϊ δείρᾳ,
12 οἱ δὲ φοινικοστερόπα τεμένει
12 Ζηνὸς Νεμ εαί ου·
12 . . . (.)] ταύτας̣ καὶ ἐπʼ ἀργυροδίνα

Ode 13 Πυθέᾳ Αιγινήτῃ Παγκρατιαστῇ Νέμεα

13 ¯ ˘ ˘ ¯ ˘ ˘ ¯ ¯
13 ¯ ˘ ˘ ¯ ˘ ˘ λειω
13 ¯ ˘ ˘ ¯ ˘ ˘ ¯ ¯ ´ ̣ ε̣ρ̣[
13 ¯ ˘ ˘ ¯ ˘ ˘ ¯
13 ¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯ δαν·
13 ὕβριος ὑψινόου
13 παύσει, δίκας θνατοῖσι κραίνων·
13 οἵαν τινὰ δύσλοφον ὠ-
13 μηστᾷ λέοντι
13 Περσείδας ἐφίησι ν
13 χεῖρα παντοίαισι τέχναις·
13 οὐ γὰρ] δαμασίμβροτος αἴθων
13 χαλ]κὸς ἀπλάτου θέλει
13 χωρε]ῖν διὰ σώματος, ἐ-
13 γνάμ]φθη δʼ ὀπίσσω

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi