13
φάσγα]νον· ἦ ποτέ φαμι
13
τᾷδε] περὶ στεφάνοισι
13
παγκ]ρατίου πόνον Ἑλ-
13
λάνεσσι]ν ἱδρώεντʼ ἔσεσθαι.
13
ὃς νῦν παρ]ὰ βωμὸν ἀριστάρχου Διὸς
13
Νίκας ἐ]ρ[ικ]υδέος ἀν-
13
δεθε]ῖσιν ἄνθ εα ,
13
χρυσέ]αν δόξαν πολύφαντον ἐν αἰ-
13
ῶνι] τρέφει παύροις βροτῶν
13
αἰ]εί, καὶ ὅταν θανάτοιο
13
κυάν εο ν νέφος καλύψῃ, λείπεται
13
ἀθάνατον κλέος εὖ ἐρ-
13
χθέντος ἀσφαλεῖ σὺν αἴσᾳ.
13
τῶν καὶ σὺ τυχὼν Νεμέᾳ,
13
Λάμπωνος υἱέ,
13
πανθαλ έω ν στεφάνοισιν
13
ἀνθέων] χαίταν ἐρεφθείς,
13
!!!!!!] πόλιν ὑψιάγυιαν
13
!!!!!!! τε]ρψιμβρότων
13
![!!!!!!!!!] ἁβ̣[ροπν]όων
13
κώμων πατρῴαν
13
νᾶσον, ὑπέρβιον ἰσχὺν
13
παμμαχιᾶν ἀναφαίνων.
13
ὦ ποταμοῦ θύγατερ
13
δινᾶντος Αἴγινʼ ἠπιόφρον,
13
ἦ τοι μεγάλαν [Κρονίδας
13
ἔδωκε τιμὰν
13
ἐν πάντεσσιν [ἀγῶσιν,,
13
πυρσὸν ὣς Ἕλλ[ασι ¯×
13
φαίνων· τό γε σὸ[ν κλέος αἰ]νεῖ