13
καί τις ὑψαυχὴς κό[ρα,
13
¯¯˘˘¯˘˘ ραν
13
πόδεσσι ταρφ έω [ς,
13
ἠΰτε νεβρὸς ἀπενθής,
13
ἀνθεμόεντας ἐπʼ [ὄχθους
13
κοῦφα σὺν ἀγχιδό[μοις
13
θρῴσκουσʼ ἀγακλειτα[ῖς ἑταίραις·
13
ταὶ δὲ στεφανωσάμε[ναι πλόκοις ν]έων
13
ἀνθ έω ν δόνακός τʼ ἐ[πιχω-
13
ρίαν ἄθυρσιν
13
παρθένοι μέλπουσι τ[εὸν κράτος], ὦ
13
δέσποινα παγξε[ίνου χθονός,
13
Ἐνδαΐδα τε ῥοδό[παχυν,
13
ἃ τ[ὸν ἱππευτὰ]ν ἔτ[ικτε Πηλέα
13
καὶ Τελαμῶνα [κρα]τ̣[α]ι̣όν,
13
Αἰακῷ μειχθεῖσʼ ἐν ε[ὐναῖς·
13
τῶν θʼ υἷας ἀερσιμάχους,
13
ταχύν τʼ Ἀχιλλ έα
13
εὐειδ έο ς τʼ Ἐριβοίας
13
παῖδʼ ὑπέρθυμον βοα[θ όο ν
13
Αἴαντα σακεσφόρον ἥ[ρω,
13
ὅς τʼ ἐπὶ πρύμνᾳ σταθεὶς
13
ἔσχεν θρασυκάρδιον [ὁρ-
13
μαίνοντα ν[ᾶας
13
θεσπεσίῳ πυ[ρὶ καῦσαι
13
Ἕκτορα χαλ[κεομίτρα]ν,
13
ὁππότε Π[ηλεΐδας
13
τραχεῖαν [Ἀργείοισι μ]ᾶνιν
13
ὠρίνατ[ο, Δαρδανίδας
13
τʼ ἔλυσεν ἄ[τας·