1
ἕπεται νόσφιν γε νόσων
1
πενίας τʼ ἀμαχάνου.
1
ἶσον ὅ τʼ ἀφνεὸς ἱ-
1
μείρει μεγάλων ὅ τε μείων
1
παυροτέρων· τὸ δὲ πάν-
1
των εὐμαρεῖν οὐδὲν γλυκὺ
1
θνατοῖσιν, ἀλλʼ αἰεὶ τὰ φεύ-
1
γοντα δίζηνται κιχεῖν.
1
ὅντινα κουφόταται
1
θυμὸν δονέουσι μέριμναι,
1
ὅσσον ἂν ζώῃ λάχε τόνδε χρόνον τι-
1
μάν· ἀρετὰ δʼ ἐπίμοχθος
1
μέν, τε]λευταθεῖσα δʼ ὀρθῶς
1
ἀνδρὶ κ]αὶ εὖτε θάνῃ λεί-
1
πει πο]λυζήλωτον εὐκλείας ἄγαλμα.
Ode 2 Τῷ Αὐτῷ
2
ἄ[ϊξεν ἁ] σεμνοδότειρα Φήμα
2
ἐς Κέον ἱεράν, χαριτώ-
2
νυμον φέρουσʼ ἀγγελίαν,
2
ὅτι μ[άχ]ας θρασύχειρος Ἀρ-
2
γεῖος ἄρατο νίκαν·
2
καλῶν δʼ ἀνέμνασεν, ὅσʼ ἐν κλεεννῷ
2
αὐχένι ϝισθμοῦ ζαθέαν
2
λιπόντες Εὐξαντίδα νᾶ-
2
σον ἐπεδείξαμεν ἑβδομή-
2
κοντα σὺν στεφάνοισιν.
2
καλεῖ δὲ Μοῦσʼ αὐθιγενὴς
2
γλυκεῖαν αὐλῶν καναχάν,
2
γεραίρουσʼ ἐπινικίοις
2
Πανθείδα φίλον υἱόν.