Thesauros Edebiyat lyric Διθύραμβοι

Διθύραμβοι

Διθύραμβοι Bacchylides
17 τῶ σε, πολέμαρχε Κνωσίων,
17 κέλομαι πολύστονον
17 ἐρύκεν ὕβριν· οὐ γὰρ ἂν θελοι-
17 μʼ ἀμβρότου ἐραννὸν Ἀοῦς
17 ἰδεῖν φάος, ἐπεί τινʼ ἠϊθ έω ν
17 σὺ δαμάσειας ἀέκον-
17 τα· πρόσθε χειρῶν βίαν
17 δείξομεν· τὰ δʼ ἐπιόντα δαίμων κρινεῖ.
17 τόσʼ εἶ]πεν ἀρέταιχμος ἥρως·
17 τάφον δὲ ναυβάται
17 φωτὸς] ὑπεράφανον
17 θάρσος· Ἁλίου τε γαμβρῷ χολώ[σατʼ ἦτορ,
17 ὕφαινέ τε ποταινίαν
17 μῆτιν, εἶπέν τε· μεγαλοσθενὲς
17 Ζεῦ πάτερ, ἄκουσον· εἴπερ μ[ε κούρ]α
17 Φοίνισσα λευκώλενος σοὶ τέκε,
17 νῦν πρόπεμπʼ ἀπʼ οὐρανοῦ θ[οὰν
17 πυριέθειραν ἀστραπὰν
17 σᾶμʼ ἀρίγνωτον· εἰ
17 δὲ καὶ σὲ Τροιζηνία σεισίχθονι
17 φύτευσεν Αἴθρα Ποσει-
17 δᾶνι, τόνδε χρύσεον
17 χειρὸς ἀγλαὸν
17 ἔνεγκε κόσμον ἐκ βαθείας ἁλός,
17 δικὼν θράσει σῶμα πατρὸς ἐς δόμους.
17 εἴσεαι δʼ αἴ κʼ ἐμᾶς κλύῃ
17 Κρόνιος εὐχᾶς
17 ἀναξιβρόντας ὁ πάντων μεδ έω ν.
17 κλύε δʼ ἄμετρον εὐχὰν μεγασθενὴς
17 Ζεύς, ὑπέροχόν τε Μίνωϊ φύτευσε

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi