Thesauros Edebiyat lyric Διθύραμβοι

Διθύραμβοι

Διθύραμβοι Bacchylides
17 Θησέα πατρὸς ἱππί-
17 ου δόμον, μέγαρόν τε θεῶν
17 μόλεν· τόθι κλυτὰς ἰδὼν
17 ἔδεισʼ ὀλβίοιο Νη-
17 ρέος κόρας· ἀπὸ γὰρ ἀγλα-
17 ῶν λάμπε γυίων σέλας
17 ὧτε πυρός, ἀμφὶ χαίταις
17 δὲ χρυσεόπλοκοι
17 δίνηντο ταινίαι· χορῷ δʼ ἔτερ-
17 πον κέαρ ὑγροῖσι ποσσίν·
17 σεμνάν τε πατρὸς ἄλοχον φίλαν
17 ἴδε βοῶπιν ἐρατοῖ-
17 σιν Ἀμφιτρίταν δόμοις·
17 ἅ νιν ἀμφέβαλεν αἰόλαν πορφύραν,
17 κόμαισί τʼ ἐπέθηκεν οὔλαις
17 ἀμεμφέα πλόκον,
17 τόν ποτέ ϝοι ἐν γάμῳ
17 δῶκε δόλιος Ἀφροδίτα ῥόδοις ἐρεμνόν.
17 ἄπιστον ὅ τι δαίμονες
17 θ έω σιν οὐδὲν φρενοάραις βροτοῖς·
17 νᾶα παρὰ λεπτόπρυμνον φάνη· φεῦ,
17 οἵαισιν ἐν φροντίσι Κνώσιον
17 ἔσχασεν στραταγέταν, ἐπεὶ
17 μόλʼ ἀδίαντος ἐξ ἁλὸς
17 θαῦμα πάντεσσι, λάμ-
17 πε δʼ ἀμφὶ γυίοις θεῶν δῶρʼ, ἀγλαό-
17 θρονοί τε κοῦραι σὺν εὐ-
17 θυμία νεοκτίτῳ
17 ὠλόλυξαν, ἔ-
17 κλαγεν δὲ πόντος· ἠΐθ εο ι δʼ ἐγγύθεν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi