Thesauros Edebiyat lyric Διθύραμβοι

Διθύραμβοι

Διθύραμβοι Bacchylides
18 τάν τε Κερκυόνος παλαίστραν
18 ἔσχεν, Πολυπήμονός τε καρτερὰν
18 σφῦραν ἐξέβαλεν Προκό-
18 πτας, ἀρείονος τυχὼν
18 φωτός. ταῦτα δέδοιχʼ ὅπᾳ τελεῖται.
18 τίνα δʼ ἔμμεν πόθεν ἄνδρα τοῦτον
18 λέγει, τίνα τε στολὰν ἔχοντα;
18 πότερα σὺν πολεμηΐοις ὅ-
18 πλοισι στρατιὰν ἄγοντα πολλάν;
18 ἢ μοῦνον σὺν ὀπ.άοσιν
18 στείχειν ἔμπορον οἷʼ ἀλάταν
18 ἐπʼ ἀλλοδαμίαν,
18 ἰσχυρόν τε καὶ ἄλκιμον
18 ὧδε καὶ θρασύν, ὅς τε τούτων
18 ἀνδρῶν κρατερὸν σθένος
18 ἔσχεν; ἦ θεὸς αὐτὸν ὁρμᾷ,
18 δίκας ἀδίκοισιν ὄφρα μήσεται·
18 οὐ γὰρ ῥᾴδιον αἰὲν ἔρ-
18 δοντα μὴ ʼντυχεῖν κακῷ.
18 πάντʼ ἐν τῷ δολιχῷ χρόνῳ τελεῖται.
18 δύο ϝοι φῶτε μόνους ἁμαρτεῖν
18 λέγει, περὶ φαιδίμοισι δʼ ὤμοις
18 ξίφος ἔχειν ἐλεφαντόκωπον ·
18 ξεστοὺς δὲ δύʼ ἐν χέρεσσʼ ἄκοντας
18 κηὔτυκτον κυνέαν Λάκαι-
18 ναν κρατὸς πέρι πυρσοχαίτου·
18 στέρνοις τε πορφύρ εο ν
18 χιτῶνʼ ἄμφι, καὶ οὔλιον
18 Θεσσαλὰν χλαμύδʼ· ὀμμάτων δὲ
18 στίλβειν ἄπο Λαμνίαν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi