Kitap 1
14
ἐναργῶς γὰρ ἐνταῦθα τὸ ληρῶδες τῆς αἰτίας ἐλέγχεται. γραφεῖα γοῦν οἶδά ποτε σιδηρᾶ πέντε κατὰ τὸ συνεχὲς ἀλλήλοις συναφθέντα, τοῦ πρώτου μὲν μόνου τῆς λίθου ψαύσαντος, ἐξ ἐκείνου δʼ εἰς τἆλλα τῆς δυνάμεως διαδοθείσης· καὶ οὐκ ἔστιν εἰπεῖν, ὡς, εἰ μὲν τῷ κάτω τοῦ γραφείου πέρατι προσάγοις ἕτερον, ἔχεταί τε καὶ συνάπτεται καὶ κρέμαται τὸ προσενεχθέν· εἰ δʼ ἄλλῳ τινὶ μέρει τῶν πλαγίων προσθείης, οὐ συνάπτεται. πάντη γὰρ ὁμοίως ἡ τῆς λίθου διαδίδοται δύναμις, εἰ μόνον ἅψαιτο κατά τι τοῦ πρώτου γραφείου. καὶ μέντοι κἀκ τούτου πάλιν εἰς τὸ δεύτερον ὅλον ἡ δύναμις ἅμα νοήματι διαρρεῖ κἀξ ἐκείνου πάλιν εἰς τὸ τρίτον ὅλον. εἰ δὴ νοήσαις σμικράν τινα λίθον ἡρακλείαν ἐν οἴκῳ τινὶ κρεμαμένην, εἶτʼ ἐν κύκλῳ ψαύοντα πάμπολλα σιδήρια κἀκείνων πάλιν ἕτερα κἀκείνων ἄλλα καὶ τοῦτʼ ἄχρι πλείονος, ἅπαντα δήπου πίμπλασθαι δεῖ τὰ σιδήρια τῶν ἀπορρεόντων τῆς λίθου σωμάτων. καὶ κινδυνεύει διαφορηθῆναι τὸ σμικρὸν ἐκεῖνο λιθίδιον εἰς τὰς ἀπορροὰς διαλυθέν. καίτοι, κἂν εἰ μηδὲν παρακέοιτʼ αὐτῷ σιδήριον, εἰς τὸν ἀέρα σκεδάννυται, μάλιστʼ εἰ καὶ θερμὸς ὑπάρχοι.
14
ναί, φησί, σμικρὰ γὰρ αὐτὰ χρὴ πάνυ νοεῖν, ὥστε τῶν ἐμφερομένων τῷ ἀέρι ψηγμάτων τούτων δὴ τῶν σμικροτάτων ἐκείνων ἔνια μυριοστὸν εἶναι μέρος. εἶτʼ ἐξ οὕτω σμικρῶν τολμᾶτε λέγειν κρεμάννυσθαι βάρη τηλικαῦτα σιδήρου; εἰ γὰρ ἕκαστον αὐτῶν μυριοστόν ἐστι μέρος τῶν ἐν τῷ ἀέρι φερομένων ψηγμάτων, πηλίκον χρὴ νοῆσαι τὸ πέρας αὐτῶν τὸ ἀγκιστροειδές, ᾧ περιπλέκεται πρὸς ἄλληλα; πάντως γὰρ δήπου τοῦτο σμικρότατόν ἐστιν ὅλου τοῦ ψήγματος.