Thesauros Edebiyat medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Kitap 1

14 ἢ καὶ τὸ τῶν πυρῶν ἔτι παράδειγμα προχειρισόμεθα τῷ λόγῳ; φανήσονται γὰρ οἶμαι καὶ τῶν γεωργῶν αὐτῶν ἀμαθέστεροι περὶ τὴν φύσιν οἱ μηδὲν ὅλως ὑπὸ μηδενὸς ἕλκεσθαι συγχωροῦντες· ὡς ἔγωγε πρῶτον, μὲν ἀκούσας τὸ γιγνόμενον ἐθαύμασα καὶ αὐτὸς ἠβουλήθην αὐτόπτης αὐτοῦ καταστῆναι. μετὰ ταῦτα δέ, ὡς καὶ τὰ τῆς πείρας ὡμολόγει, τὴν αἰτίαν σκοπούμενος ἐν παμπόλλῳ χρόνῳ κατὰ πάσας τὰς αἱρέσεις οὐδεμίαν ἄλλην εὑρεῖν οἷός τʼ ἦν οὐδʼ ἄχρι τοῦ πιθανοῦ προϊοῦσαν ἀλλὰ καταγελάστους τε καὶ σαφῶς ἐξελεγχομένας τὰς ἄλλας ἁπάσας πλὴν τῆς τὴν ὁλκὴν πρεσβευούσης.
14 ἔστι δὲ τὸ γιγνόμενον τοιόνδε. κατακομίζοντες οἱ παρʼ ἡμῖν γεωργοὶ τοὺς ἐκ τῶν ἀγρῶν πυροὺς εἰς τὴν πόλιν ἐν ἁμάξαις τισίν, ὅταν ὑφελέσθαι βουληθῶσιν, ὥστε μὴ φωραθῆναι, κεράμιʼ ἄττα πληρώσαντες ὕδατος μέσοις αὐτοῖς ἐνιστᾶσιν. ἕλκοντες οὖν ἐκεῖνοι διὰ τοῦ κεραμίου τὸ ὑγρὸν εἰς αὑτοὺς ὄγκον μὲν καὶ βάρος προσκτῶνται, κατάδηλοι δʼ οὐ πάνυ γίγνονται τοῖς ὁρῶσιν, εἰ μή τις προπεπυσμένος ἤδη περιεργότερον ἐπισκοποῖτο. καίτοι γʼ εἰ βουληθείης ἐν ἡλίῳ καταθεῖναι πάνυ θερμῷ ταὐτὸν ἀγγεῖον, ἐλάχιστον παντελῶς εὑρήσεις τὸ δαπανώμενον ἐφʼ ἑκάστης ἡμέρας. οὕτως ἄρα καὶ τῆς ἡλιακῆς θερμασίας τῆς σφοδρᾶς ἰσχυροτέραν οἱ πυροὶ δύναμιν ἔχουσιν ἕλκειν εἰς ἑαυτοὺς τὴν πλησιάζουσαν ὑγρότητα. λῆρος οὖν ἐνταῦθα μακρὸς ἡ πρὸς τὸ λεπτομερὲς φορὰ τοῦ περιέχοντος ἡμᾶς ἀέρος καὶ μάλισθʼ ὅταν ἱκανῶς ᾖ θερμός, πολὺ μὲν ὑπάρχοντος ἢ κατὰ τοὺς πυροὺς λεπτομερεστέρου, δεχομένου δʼ οὐδὲ τὸ δέκατον μέρος τῆς εἰς ἐκείνους μεταλαμβανομένης ὑγρότητος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi