Kitap 2
1
Ὅτι μὲν οὖν ἀναγκαῖόν ἐστιν οὐκ Ἐρασιστράτῳ μόνον ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσοι μέλλουσι περὶ διακρίσεως οὔρων ἐρεῖν τι χρηστόν, ὁμολογῆσαι δύναμίν τινʼ ὑπάρχειν τοῖς νεφροῖς ἕλκουσαν εἰς ἑαυτοὺς ποιότητα τοιαύτην, οἵα ἐν τοῖς οὔροις ἐστί, διὰ τοῦ πρόσθεν ἐπιδέδεικται γράμματος, ἀναμιμνησκόντων ἅμʼ αὐτῷ καὶ τοῦθʼ ἡμῶν, ὡς οὐκ ἄλλως μὲν εἰς τὴν κύστιν φέρεται τὰ οὖρα διὰ τῶν νεφρῶν, ἄλλως δʼ εἰς ἅπαντα τοῦ ζῴου τὰ μόρια τὸ αἷμα, κατʼ ἄλλον δέ τινα τρόπον ἡ ξανθὴ χολὴ διακρίνεται. δειχθείσης γὰρ ἐναργῶς ἐφʼ ἑνὸς οὑτινοσοῦν ὀργάνου τῆς ἑλκτικῆς τε καὶ ἐπισπαστικῆς ὀνομαζομένης δυνάμεως οὐδὲν ἔτι χαλεπὸν ἐπὶ τὰ λοιπὰ μεταφέρειν αὐτήν· οὐ γὰρ δὴ τοῖς μὲν νεφροῖς ἡ φύσις ἔδωκέ τινα τοιαύτην δύναμιν, οὐχὶ δέ γε καὶ τοῖς τὸ χολῶδες ὑγρὸν ἕλκουσιν ἀγγείοις οὐδὲ τούτοις μέν, οὐκέτι δὲ καὶ τῶν ἄλλων μορίων ἑκάστῳ. καὶ μὴν εἰ τοῦτʼ ἀληθές ἐστι, θαυμάζειν χρὴ τοῦ Ἐρασιστράτου ψευδεῖς οὕτω λόγους ὑπὲρ ἀναδόσεως τροφῆς εἰπόντος, ὡς μηδʼ Ἀσκληπιάδην λαθεῖν. καίτοι γʼ οἴεται παντὸς μᾶλλον ἀληθὲς ὑπάρχειν, ὡς, εἴπερ ἐκ τῶν φλεβῶν ἀπορρέοι τι, δυοῖν θάτερον ἢ κενὸς ἔσται τόπος ἀθρόως ἢ τὸ συνεχὲς ἐπιρρυήσεται τὴν βάσιν ἀναπληροῦν τοῦ κενουμένου. ἀλλʼ ὅ γʼ Ἀσκληπιάδης οὐ δυοῖν θάτερόν φησιν, ἀλλὰ τριῶν ἕν τι χρῆναι λέγειν ἐπὶ τοῖς κενουμένοις ἀγγείοις ἕπεσθαι ἢ κενὸν ἀθρόως τόπον ἢ τὸ συνεχὲς ἀκολουθήσειν ἢ συσταλήσεσθαι τὸ ἀγγεῖον. ἐπὶ μὲν γὰρ τῶν καλάμων καὶ τῶν αὐλίσκων τῶν εἰς τὸ ὕδωρ καθιεμένων ἀληθὲς εἰπεῖν, ὅτι κενουμένου τοῦ περιεχομένου κατὰ τὴν εὐρυχωρίαν αὐτῶν ἀέρος ἢ κενὸς ἀθρόως ἔσται τόπος ἢ ἀκολουθήσει τὸ συνεχές· ἐπὶ δὲ τῶν φλεβῶν οὐκέτʼ ἐγχωρεῖ, δυναμένου δὴ τοῦ χιτῶνος αὐτῶν εἰς ἑαυτὸν συνιζάνειν καὶ διὰ τοῦτο καταπίπτειν εἰς τὴν ἐντὸς εὐρυχωρίαν. οὕτω μὲν δὴ ψευδὴς ἡ περὶ τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας οὐκ ἀπόδειξις μὰ Διʼ εἴποιμʼ ἂν ἀλλʼ ὑπόθεσις Ἐρασιστράτειος.