Thesauros Edebiyat medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Kitap 2

8 ἐναργῆ γὰρ δὴ καὶ τὰ περὶ τῶν ὑδέρων ἁμαρτήματα τῇ Ῥᾳθυμίᾳ ταύτῃ κατὰ λόγον ἠκολουθηκότα. τό τε γὰρ τῇ στενοχωρίᾳ τῶν ὁδῶν κωλύεσθαι νομίζειν πρόσω τοῦ ἥπατος ἰέναι τὸ αἷμα καὶ μηδέποτʼ ἂν ἄλλως ὕδερον δύνασθαι συστῆναι πῶς οὐκ ἐσχάτην ἐνδείκνυται Ῥᾳθυμίαν; τό τε μὴ διὰ τὸν σπλῆνα μηδὲ διʼ ἄλλο τι μόριον, ἀλλʼ ἀεὶ διὰ τὸν ἐν τῷ ἥπατι σκίρρον ὕδερον οἴεσθαι γίγνεσθαι τελέως ἀργοῦ τὴν διάνοιαν ἀνθρώπου καὶ μηδενὶ τῶν ὁσημέραι γιγνομένων παρακολουθοῦντος. ἐπὶ μέν γε χρονίαις αἱμορροΐσιν ἐπισχεθείσαις ἢ διὰ κένωσιν ἄμετρον εἰς ψῦξιν ἐσχάτην ἀγαγούσαις τὸν ἄνθρωπον οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ πολλάκις ἤδη τεθεάμεθα συστάντας ὑδέρους, ὥσπερ γε καὶ γυναιξὶν ἥ τε τῆς ἐφʼ ἑκάστῳ μηνὶ καθάρσεως ἀπώλεια παντελὴς καὶ ἄμετρος κένωσις, ὅταν αἱμορραγήσωσί ποθʼ αἱ μῆτραι σφοδρῶς, ἐπεκαλέσαντο πολλάκις ὕδερον καί τισιν αὐτῶν καὶ ὁ γυναικεῖος ὀνομαζόμενος Ῥοῦς εἰς τοῦτʼ ἐτελεύτησε τὸ πάθος, ἵνα τοὺς ἀπὸ τῶν κενεώνων ἀρχομένους ἢ ἄλλου τινὸς τῶν ἐπικαίρων μορίων ὑδέρους παραλίπω, σαφῶς μὲν καὶ αὐτοὺς ἐξελέγχοντας τὴν Ἐρασιστράτειον ὑπόληψιν, ἀλλʼ οὐχ οὕτως ἐναργῶς ὡς οἱ διὰ κατάψυξιν σφοδρὰν τῆς ὅλης ἕξεως ἀποτελούμενοι. πρώτη γὰρ αὕτη γενέσεως ὑδέρων αἰτία διὰ τὴν ἀποτυχίαν τῆς αἱματώσεως γιγνομένη τρόπον ὁμοιότατον ταῖς ἐπὶ τῇ τῶν σιτίων ἀπεψίᾳ διαρροίαις. οὐ μὴν ἐσκίρρωταί γε κατὰ τοὺς τοιούτους ὑδέρους οὐδʼ ἄλλο τι σπλάγχνον οὐδὲ τὸ ἧπαρ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi