Kitap 2
8
οὔκουν ἄχρηστόν ἐστιν εἰς τὰς ἰάσεις, ὡς Ἐρασίστρατός φησιν, ἐπίστασθαι τἀληθὲς αὐτὸ περὶ γενέσεως χολῆς. οὐ μὴν οὐδʼ ἀδύνατον οὐδʼ ἀσαφὲς ἐξευρεῖν, ὅτι μὴ τῷ πλείστην ἐν ἑαυτῷ περιέχειν τὸ μέλι τὴν ξανθὴν χολὴν ἀλλʼ ἐν τῷ σώματι μεταβαλλόμενον εἰς αὐτὴν ἀλλοιοῦταί τε καὶ τρέπεται. πικρόν τε γὰρ ἂνͅ ἦν γευομένοις, εἰ χολὴν ἔξωθεν εὐθὺς ἐν ἑαυτῷ περιεῖχεν ἅπασί τʼ ἂν ὡσαύτως τοῖς ἀνθρώποις ἴσον αὐτῆς ἐγέννα τὸ πλῆθος. ἀλλʼ οὐχ ὧδʼ ἔχει τἀληθές. ἐν μὲν γὰρ τοῖς ἀκμάζουσι καὶ μάλιστʼ εἰ φύσει θερμότεροι καὶ βίον εἶεν βιοῦντες ταλαίπωρον, ἅπαν εἰς ξανθὴν χολὴν μεταβάλλει τὸ μέλι· τοῖς γέρουσι δʼ ἱκανῶς ἐστιν ἐπιτήδειον, ὡς ἂν οὐκ εἰς χολὴν ἀλλʼ εἰς αἷμα τὴν ἀλλοίωσιν ἐν ἐκείνοις λαμβάνον. Ἐρασίστρατος δὲ πρὸς τῷ μηδὲν τούτων γιγνώσκειν οὐδὲ περὶ τὴν διαίρεσιν τοῦ λόγου σωφρονεῖ, πότερον ἐν τοῖς σιτίοις ἡ χολὴ περιέχεται εὐθὺς ἐξ ἀρχῆς ἢ κατὰ τὴν ἐν τῇ κοιλίᾳ κατεργασίαν ἐγένετο, μηδὲν εἶναι χρήσιμον εἰς ἰατρικὴν ἐπεσκέφθαι λέγων. ἐχρῆν γὰρ δήπου προσθεῖναί τι καὶ περὶ τῆς ἐν ἥπατι καὶ φλεψὶ γενέσεως αὐτῆς, ἐν τοῖσδε τοῖς ὀργάνοις γεννᾶσθαι τὴν χολὴν ἅμα τῷ αἵματι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων ἀποφηναμένων. ἀλλὰ τοῖς εὐθὺς ἐξ ἀρχῆς σφαλεῖσι καὶ διαμαρτάνουσι τῆς ὀρθῆς ὁδοῦ τοιαῦτά τε ληρεῖν ἀναγκαῖόν ἐστι καὶ προσέτι τῶν χρησιμωτάτων εἰς τὴν τέχνην παραλιπεῖν τὴν ζήτησιν.