Kitap 2
8
ἡδέως δʼ ἂν ἐνταῦθα τοῦ λόγου γεγονὼς ἠρόμην τοὺς ὁμιλῆσαι φάσκοντας αὐτὸν ἐπὶ πλεῖστον τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις, εἰ γιγνώσκουσιν, ὅσα περὶ τοῦ κεκρᾶσθαι τὰ σώμαθʼ ἡμῶν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ πρὸς Ἀριστοτέλους εἴρηταί τε καὶ ἀποδέδεικται, καὶ ὡς τὸ θερμὸν ἐν αὐτοῖς ἐστι τὸ δραστικώτατον καὶ ὡς τῶν ζῴων ὅσα μὲν θερμότερα φύσει, ταῦτα πάντως ἔναιμα, τὰ δʼ ἐπὶ πλέον ψυχρότερα πάντως ἄναιμα καὶ διὰ τοῦτο τοῦ χειμῶνος ἀργὰ καὶ ἀκίνητα κεῖται φωλεύοντα δίκην νεκρῶν. εἴρηται δὲ καὶ περὶ τῆς χροιᾶς τοῦ αἵματος οὐκ Ἀριστοτέλει μόνον, ἀλλὰ καὶ Πλάτωνι. καὶ ἡμεῖς νῦν, ὅπερ ἤδη καὶ πρόσθεν εἶπον, οὐ τὰ καλῶς ἀποδεδειγμένα τοῖς παλαιοῖς λέγειν προὐθέμεθα, μήτε τῇ γνώμῃ μήτε τῇ λέξει τοὺς ἄνδρας ἐκείνους ὑπερβαλέσθαι δυνάμενοι· τὰ δʼ ἤτοι χωρὶς ἀποδείξεως ὡς ἐναργῆ πρὸς αὐτῶν εἰρημένα διὰ τὸ μηδʼ ὑπονοῆσαι μοχθηροὺς οὕτως ἔσεσθαί τινας σοφιστάς, οἳ καταφρονήσουσι τῆς ἐν αὐτοῖς ἀληθείας, ἢ καὶ παραλελειμμένα τελέως ὑπʼ ἐκείνων ἀξιοῦμεν εὑρίσκειν τε καὶ ἀποδεικνύναι.