Thesauros Edebiyat medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Kitap 2

8 γενομένου γάρ, εἰ τύχοι, βουβῶνος ἐπὶ προσπταίσματι, πρὶν μὲν πυρέξαι τὸν ἄνθρωπον, οὐκ ἂν χεῖρον ἡ γαστὴρ πέψειεν· οὐ γὰρ ἱκανὸν ἦν οὐδέτερον αὐτῶν οὔθʼ ὁ βουβὼν οὔτε τὸ ἕλκος ἐμποδίσαι τι καὶ βλάψαι τὴν ἐνέργειαν τῆς κοιλίας· εἰ δὲ πυρέξειεν, εὐθὺς μὲν αἱ πέψεις γίγνονται χείρους, εὐθὺς δὲ καὶ τὴν ἐνέργειαν τῆς γαστρὸς βεβλάφθαι φαμὲν ὀρθῶς λέγοντες. ἀλλʼ ὑπὸ τίνος ἐβλάβη, προσθεῖναι χρὴ τῷ λόγῳ. τὸ μὲν γὰρ ἕλκος οὐχ οἷόν τʼ ἦν αὐτὴν βλάπτειν, ὥσπερ οὐδʼ ὁ βουβών· ἦ γὰρ ἂν ἔβλαψε καὶ πρὸ τοῦ πυρετοῦ. εἰ δὲ μὴ ταῦτα, δῆλον, ὡς ἡ τῆς θερμασίας πλεονεξία. δύο γὰρ ταῦτα προσεγένετο τῷ βουβῶνι, ἡ τῆς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν κινήσεως ἀλλοίωσις καὶ ἡ τῆς κατὰ φύσιν θερμασίας πλεονεξία. ἀλλʼ ἡ μὲν τῆς κινήσεως ἀλλοίωσις οὐ μόνον οὐδὲν βλάψει τὴν ἐνέργειαν τῆς γαστρός, ἀλλὰ καὶ προσωφελήσει κατʼ ἐκεῖνα τῶν ζῴων, ἐν οἷς εἰς τὴν πέψιν ὑπέθετο πλεῖστον δύνασθαι τὸ διὰ τῶν ἀρτηριῶν εἰς τὴν κοιλίαν ἐμπῖπτον πνεῦμα. διὰ λοιπὴν οὖν ἔτι καὶ μόνην τὴν ἄμετρον θερμασίαν ἡ βλάβη τῆς ἐνεργείας τῇ γαστρί. τὸ μὲν γὰρ πνεῦμα σφοδρότερόν τε καὶ συνεχέστερον καὶ πλέον ἐμπίπτει νῦν ἢ πρότερον. ὥστε ταύτῃ μὲν μᾶλλον πέψει τὰ διὰ τὸ πνεῦμα καλῶς πέττοντα ζῷα, διὰ λοιπὴν δʼ ἔτι τὴν παρὰ φύσιν θερμασίαν ἀπεπτήσει. τὸ γὰρ καὶ τῷ πνεύματι φάναι τινʼ ὑπάρχειν ἰδιότητα, καθʼ ἣν πέττει, κἄπειτα ταύτην πυρεττόντων διαφθείρεσθαι καθʼ ἕτερον τρόπον ἐστὶν ὁμολογῆσαι τὸ ἄτοπον. ἐρωτηθέντες γὰρ αὖθις, ὑπὸ τίνος ἠλλοιώθη τὸ πνεῦμα, μόνην ἕξουσιν ἀποκρίνεσθαι τὴν παρὰ φύσιν θερμασίαν καὶ μάλιστʼ ἐπὶ τοῦ κατὰ τὴν κοιλίαν· οὐδὲ γὰρ πλησιάζει κατʼ οὐδὲν τοῦτο τῷ βουβῶνι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi