Thesauros Edebiyat medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Kitap 2

9 εἰς τὴν τῆς οὕτω συγκαυθείσης μελαίνης χολῆς ἰδέαν καὶ ἡ λεκιθώδης ἐκείνη μεθίσταται πολλάκις, ὅταν καὶ αὐτή ποθʼ οἷον ὀπτηθεῖσα τύχῃ πυρώδει θερμασίᾳ. τὰ δʼ ἄλλα τῶν χολῶν εἴδη σύμπαντα τὰ μὲν ἐκ τῆς τῶν εἰρημένων κράσεως γίγνεται, τὰ δʼ οἷον ὁδοί τινές εἰσι τῆς τούτων γενέσεώς τε καὶ εἰς ἄλληλα μεταβολῆς. διαφέρουσι δὲ τῷ τὰς μὲν ἀκράτους εἶναι καὶ μόνας, τὰ δʼ οἷον ὀρροῖς τισιν ἐξυγρασμένας. ἀλλʼ οἱ μὲν ὀρροὶ τῶν χυμῶν ἅπαντες περιττώματα καὶ καθαρὸν αὐτῶν εἶναι δεῖται τοῦ ζῴου τὸ σῶμα. τῶν δʼ εἰρημένων χυμῶν ἐστί τις χρεία τῇ φύσει καὶ τοῦ παχέος καὶ τοῦ λεπτοῦ καὶ καθαίρεται πρός τε τοῦ σπληνὸς καὶ τῆς ἐπὶ τῷ ἥπατι κύστεως τὸ αἷμα καὶ ἀποτίθεται τοσοῦτόν τε καὶ τοιοῦτον ἑκατέρου μέρος, ὅσον καὶ οἷον, εἴπεο εἰς ὅλον ἠνέχθη τοῦ ζῴου τὸ σῶμα, βλάβην ἄν τινʼ εἰργάσατο. τὸ γὰρ ἱκανῶς παχὺ καὶ γεῶδες καὶ τελέως διαπεφευγὸς τὴν ἐν τῷ ἥπατι μεταβολὴν ὁ σπλὴν εἰς ἑαυτὸν ἕλκει· τὸ δʼ ἄλλο τὸ μετρίως παχὺ σὺν τῷ κατειργάσθαι πάντη φέρεται. δεῖται γὰρ ἐν πολλοῖς τοῦ ζῴου μορίοις παχύτητός τινος τὸ αἷμα καθάπερ οἶμαι καὶ τῶν ἐμφερομένων ἰνῶν. καὶ εἴρηται μὲν καὶ Πλάτωνι περὶ τῆς χρείας αὐτῶν, εἰρήσεται δὲ καὶ ἡμῖν ἐν ἐκείνοις τοῖς γράμμασιν, ἐν οἷς ἂν τὰς χρείας τῶν μορίων διερχώμεθα· δεῖται δʼ οὐχ ἥκιστα καὶ τοῦ ξανθοῦ χυμοῦ τοῦ μήπω πυρώδους ἐσχάτως γεγενημένου τὸ αἷμα καὶ τίς αὐτῷ καὶ ἡ παρὰ τοῦδε χρεία, διʼ ἐκείνων εἰρήσεται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi