Kitap 2
9
φλέγματος δʼ οὐδὲν ἐποίησεν ἡ φύσις ὄργανον καθαρτικόν, ὅτι ψυχρὸν καὶ ὑγρόν ἐστι καὶ οἷον ἡμίπεπτός τις τροφή. δεῖται τοίνυν οὐ κενοῦσθαι τὸ τοιοῦτον ἀλλʼ ἐν τῷ σώματι μένον ἀλλοιοῦσθαι. τὸ δʼ ἐξ ἐγκεφάλου καταρρέον περίττωμα τάχα μὲν ἂν οὐδὲ φλέγμα τις ὀρθῶς ἀλλὰ βλένναν τε καὶ κόρυζαν, ὥσπερ οὖν καὶ ὀνομάζεται, καλοίη. εἰ δὲ μή, ἀλλʼ ὅτι γε τῆς τούτου κενώσεως ὀρθῶς ἡ φύσις προὐνοήσατο, καὶ τοῦτʼ ἐν τοῖς περὶ χρείας μορίων εἰρήσεται. καὶ γὰρ οὖν καὶ τὸ κατά τε τὴν γαστέρα καὶ τὰ ἔντερα συνιστάμενον φλέγμα ὅπως ἂν ἐκκενωθῇ καὶ αὐτὸ τάχιστά τε καὶ κάλλιστα, τὸ παρεσκευασμένον τῇ φύσει μηχάνημα διʼ ἐκείνων εἰρήσεται καὶ αὐτὸ τῶν ὑπομνημάτων. ὅσον οὖν ἐμφέρεται ταῖς φλεψὶ φλέγμα χρήσιμον ὑπάρχον τοῖς ζῴοις, οὐδεμιᾶς δεῖται κενώσεως. προσέχειν δὲ χρὴ κἀνταῦθα τὸν νοῦν καὶ γιγνώσκειν, ὥσπερ τῶν χολῶν ἑκατέρας τὸ μέν τι χρήσιμόν ἐστι καὶ κατὰ φύσιν τοῖς ζῴοις, τὸ δʼ ἄχρηστόν τε καὶ παρὰ φύσιν, οὕτω καὶ τοῦ φλέγματος, ὅσον μὲν ἂν ᾖ γλυκύ, χρηστὸν εἶναι τοῦτο τῷ ζῴῳ καὶ κατὰ φύσιν, ὅσον δʼ ὀξὺ καὶ ἁλμυρὸν ἐγένετο, τὸ μὲν ὀξὺ τελέως ἠπεπτῆσθαι, τὸ δʼ ἁλμυρὸν διασεσῆφθαι. τελείαν δʼ ἀπεψίαν φλέγματος ἀκούειν χρὴ τὴν τῆς δευτέρας πέψεως δηλονότι τῆς ἐν φλεψίν· οὐ γὰρ δὴ τῆς γε πρώτης τῆς κατὰ τὴν κοιλίαν· ἢ οὐδʼ ἂν ἐγεγένητο τὴν ἀρχὴν χυμός, εἰ καὶ ταύτην διεπεφεύγει.