Kitap 2
4
καὶ ταῦτʼ Ἐρασίστρατος οὐκ οἶδεν, ὃν οὐδὲν λανθάνει, εἴπερ ὅλως ἀληθεύουσιν οἱ ἀπʼ αὐτοῦ φάσκοντες ὡμιληκέναι τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις αὐτόν. ἄχρι μὲν οὖν τοῦ τὴν φύσιν ὑμνεῖν ὡς τεχνικὴν κἀγὼ γνωρίζω τὰ τοῦ περιπάτου δόγματα, τῶν δʼ ἄλλων οὐδὲν οὐδʼ ἐγγύς. εἰ γάρ τις ὁμιλήσειε τοῖς Ἀριστοτέλους καὶ Θεοφράστου γράμμασι, τῆς Ἱπποκράτους ἂν αὐτὰ δόξειε φυσιολογίας ὑπομνήματα συγκεῖσθαι, τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν εἰς ἄλληλα δρῶντα καὶ πάσχοντα καὶ τούτων αὐτῶν δραστικώτατον μὲν τὸ θερμόν, δεύτερον δὲ τῇ δυνάμει τὸ ψυχρὸν Ἱπποκράτους ταῦτα σύμπαντα πρώτου, δευτέρου δʼ Ἀριστοτέλους εἰπόντος. τρέφεσθαι δὲ διʼ ὅλων αὑτῶν τὰ τρεφόμενα καὶ κεράννυσθαι διʼ ὅλων τὰ κεραννύμενα καὶ ἀλλοιοῦσθαι διʼ ὅλων τὰ ἀλλοιούμενα, καὶ ταῦθʼ Ἱπποκράτειά θʼ ἅμα καὶ Ἀριστοτέλεια. καὶ τὴν πέψιν ἀλλοίωσίν τινʼ ὑπάρχειν καὶ μεταβολὴν τοῦ τρέφοντος εἰς τὴν οἰκείαν τοῦ τρεφομένου ποιότητα, τὴν δʼ ἐξαιμάτωσιν ἀλλοίωσιν εἶναι καὶ τὴν θρέψιν ὡσαύτως καὶ τὴν αὔξησιν ἐκ τῆς πάντη διατάσεως καὶ θρέψεως γίγνεσθαι, τὴν δʼ ἀλλοίωσιν ὑπὸ τοῦ θερμοῦ μάλιστα συντελεῖσθαι καὶ διὰ τοῦτο καὶ τὴν πέψιν καὶ τὴν θρέψιν καὶ τὴν τῶν χυμῶν ἁπάντων γένεσιν, ἤδη δὲ καὶ τοῖς περιττώμασι τὰς ποιότητας ὑπὸ τῆς ἐμφύτου θερμασίας ἐγγίγνεσθαι, ταῦτα σύμπαντα καὶ πρὸς τούτοις ἕτερα πολλὰ τά τε τῶν προειρημένων δυνάμεων καὶ τὰ τῶν νοσημάτων τῆς γενέσεως καὶ τὰ τῶν ἰαμάτων τῆς εὑρέσεως Ἱπποκράτης μὲν πρῶτος ἁπάντων ὧν ἴσμεν ὀρθῶς εἶπεν, Ἀριστοτέλης δὲ δεύτερος ὀρθῶς ἐξηγήσατο. καὶ μὴν εἰ ταῦτα σύμπαντα τοῖς ἐκ τοῦ περιπάτου δοκεῖ, καθάπερ οὖν δοκεῖ, μηδὲν δʼ αὐτῶν ἀρέσκει τῷ Ἐρασιστράτῳ, τί ποτε βούλεται τοῖς Ἐρασιστρατείοις ἡ προς τοὺς φιλοσόφους ἐκείνους τοῦ τῆς αἱρέσεως αὐτῶν ἡγεμόνος ὁμιλία; θαυμάζουσι μὲν γὰρ αὐτὸν ὡς θεὸν καὶ πάντʼ ἀληθεύειν νομίζουσιν. εἰ δʼ οὕτως ἔχει ταῦτα, πάμπολυ δήπου τῆς ἀληθείας ἐσφάλθαι χρὴ νομίζειν τοὺς ἐκ τοῦ περιπάτου φιλοσόφους, οἷς μηδὲν ὧν Ἐρασίστρατος ὑπελάμβανεν ἀρέσκει. καὶ μὴν ὥσπερ τινʼ εὐγένειαν αὐτῷ τῆς φυσιολογίας τὴν πρὸς τοὺς ἄνδρας ἐκείνους συνουσίαν ἐκπορίζουσι.