Kitap 3
13
καὶ μήτραν οὖν καὶ γαστέρα καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν διʼ ἑνὸς καὶ ταὐτοῦ στομάχου τήν θʼ ὁλκὴν καὶ τὴν ἀπόκρισιν εὑρίσκοντες ποιουμένας μηκέτι θαυμάζωμεν, εἰ καὶ διὰ τῶν φλεβῶν ἡ φύσις ἐκκρίνει πολλάκις εἰς τὴν γαστέρα περιττώματα. τούτου δʼ ἔτι μᾶλλον οὐ χρὴ θαυμάζειν, εἰ, διʼ ὧν εἰς ἧπαρ ἀνεδόθη φλεβῶν ἐκ γαστρός, αὖθις εἰς αὐτὴν ἐξ ἥπατος ἐν ταῖς μακροτέραις ἀσιτίαις ἕλκεσθαί τις δύναται τροφή. τὸ γὰρ τοῖς τοιούτοις ἀπιστεῖν ὅμοιόν ἐστι δήπου τῷ μηκέτι πιστεύειν μηδʼ ὅτι τὰ καθαίροντα φάρμακα διὰ τῶν αὐτῶν στομάτων ἐξ ὅλου τοῦ σώματος εἰς τὴν γαστέρα τοὺς οἰκείους ἐπισπᾶται χυμούς, διʼ ὧν ἔμπροσθεν ἡ ἀνάδοσις ἐγένετο, ἀλλʼ ἕτερα μὲν ζητεῖν ἀναδόσεως, ἕτερα δὲ καθάρσεως στόματα. καὶ μὴν εἴπερ ἓν καὶ ταὐτὸ στόμα διτταῖς ὑπηρετεῖ δυνάμεσιν, ἐν διαφόροις χρόνοις εἰς τἀναντία τὴν ὁλκὴν ποιουμέναις, ἔμπροσθεν μὲν τῇ κατὰ τὸ ἧπαρ, ἐν δὲ τῷ τῆς καθάρσεως καιρῷ τῇ τοῦ φαρμάκου, τί θαυμαστόν ἐστι διττὴν ὑπηρεσίαν τε καὶ χρείαν εἶναι ταῖς φλεψὶ ταῖς ἐν τῷ μέσῳ τεταγμέναις ἥπατός τε καὶ τῶν κατὰ τὴν κοιλίαν, ὥσθʼ, ὁπότε μὲν ἐν τούτοις ἄφθονος εἴη περιεχομένη τροφή, διὰ τῶν εἰρημένων εἰς ἧπαρ ἀναφέρεσθαι φλεβῶν, ὁπότε δʼ εἴη κενὰ καὶ δεόμενα τρέφεσθαι, διὰ τῶν αὐτῶν αὖθις ἐξ ἥπατος ἕλκεσθαι;
13
πᾶν γὰρ ἐκ παντὸς ἕλκειν φαίνεται καὶ παντὶ μεταδιδόναι καὶ μία τις εἶναι σύρροια καὶ σύμπνοια πάντων, καθάπερ καὶ τοῦθʼ ὁ θειότατος Ἱπποκράτης εἶπεν. ἕλκει μὲν οὖν τὸ ἰσχυρότερον, ἐκκενοῦται δὲ τὸ ἀσθενέστερον.