Thesauros Edebiyat medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Kitap 3

13 αἱ μὲν δὴ τοιαῦται κινήσεις θᾶττον ἀποπαύονται, αἱ δʼ ἀπὸ τῶν ἔνδοθεν διερεθιζόντων, ὡς ἔν τε τοῖς καθαίρουσι φαρμάκοις καὶ ταῖς χολέραις ἰσχυρότεραί τε πολὺ καὶ μονιμώτεραι γίγνονται καὶ διαμένουσιν, ἔστʼ ἂν καὶ ἡ περὶ τοῖς στόμασι τῶν ἀγγείων διάθεσις, ἡ τὸ πλησίον ἕλκουσα, παραμένῃ. αὕτη μὲν γὰρ τὸ συνεχὲς ἐκκενοῖ μόριον, ἐκεῖνο δʼ αὖ τὸ μετʼ αὐτὸ καὶ τοῦτʼ οὐ παύεται μέχρι τῆς ἐσχάτης ἐπιφανείας, ὥστε διαδιδόντων τῶν ἐφεξῆς ἀεὶ μορίων ἑτέρων ἑτέροις τὸ πρῶτον πάθος ὠκύτατα διικνεῖσθαι μέχρι τῶν ἐσχάτων. οὕτως οὖν ἔχει κἀπὶ τῶν εἰλεῶν. αὐτὸ μὲν γὰρ τὸ φλεγμαῖνον ἔντερον οὔτε τοῦ βάρους οὔτε τῆς δριμύτητος ἀνέχεται τῶν περιττωμάτων καὶ διὰ τοῦτʼ ἐκκρίνειν αὐτὰ σπεύδει καὶ ἀπωθεῖσθαι πορρωτάτω. κωλυόμενον δὲ κάτω ποιεῖσθαι τὴν δίωσιν, ὅταν ἐνταυθοῖ ποτε τὸ σφοδρότατον ᾖ τῆς φλεγμονῆς, εἰς τὰ πλησιάζοντα τῶν ὑπερκειμένων ἐντέρων ἀπωθεῖται. καὶ οὕτως ἤδη κατὰ τὸ συνεχὲς τὴν Ῥοπὴν τῆς ἐκκριτικῆς δυνάμεως ἄνω ποιησαμένης ἄχρι τοῦ στόματος ἐπανέρχεται τὰ περιττώματα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi