Thesauros Edebiyat medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Kitap 3

13 ἀλλʼ αὕτη μὲν μὲν περιστέλλεται τῷ τὸ πᾶν σῶμα δύναμιν ἑλκτικήν τινα καὶ ἀπολαυστικὴν κεκτῆσθαι τῶν οἰκείων ποιοτήτων, ὡς ἔμπροσθεν ἐδείκνυτο· συμβαίνει δʼ ἐν τούτῳ τοῖς σιτίοις ἀλλοιοῦσθαι. καὶ μέντοι καὶ πληρωθεῖσα τῆς ἐξ αὐτῶν ὑγρότητος καὶ κορεσθεῖσα βάρος ἡγεῖται τὸ λοιπὸν αὐτά. τὸ περιττὸν οὖν εὐθὺς ἀποτρίβεταί τε καὶ ὠθεῖ κάτω πρὸς ἕτερον ἔργον αὐτὴ τρεπομένη, τὴν πρόσφυσιν. ἐν δὲ τούτῳ τῷ χρόνῳ διερχομένη τὸ ἔντερον ἅπαν ἡ τροφὴ διὰ τῶν εἰς αὐτὸ καθηκόντων ἀγγείων ἀναρπάζεται, πλείστη μὲν εἰς τὰς φλέβας, ὀλίγη δέ τις εἰς τὰς ἀρτηρίας, ὡς μικρὸν ὕστερον ἀποδείξομεν. ἐν τούτῳ δʼ αὖ τῷ χρόνῳ καὶ τοῖς τῶν ἐντέρων χιτῶσι προστίθεται.
13 καί μοι τεμὼν ἤδη τῷ λογισμῷ τὴν τῆς τροφῆς οἰκονομίαν ἅπασαν εἰς τρεῖς μοίρας χρόνων, ἐν μὲν τῇ πρώτῃ νόει μένουσάν θʼ ἅμα κατὰ τὴν κοιλίαν αὐτὴν καὶ πεττομένην καὶ προστιθεμένην εἰς κόρον τῇ γαστρὶ καί τι καὶ τῷ ἥπατι παρʼ αὐτῆς ἀναφερόμενον.
13 ἐν δὲ τῇ δευτέρᾳ διερχομένην τά τʼ ἔντερα καὶ προστιθεμένην εἰς κόρον αὐτοῖς τε τούτοις καὶ τῷ ἥπατι καί τι βραχὺ μέρος αὐτῆς πάντη τοῦ σώματος φερόμενον· ἐν δὲ δὴ τούτῳ τῷ καιρῷ τὸ προστεθὲν ἐν τῷ πρώτῳ χρόνῳ προσφύεσθαι νόει τῇ γαστρί.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi