Kitap 3
13
κατὰ δὲ τὴν τρίτην μοῖραν τοῦ χρόνου τρέφεσθαι μὲν ἤδη τὴν κοιλίαν ὁμοιώσασαν ἑαυτῇ τελέως τὰ προσφύντα, πρόσφυσιν δὲ τοῖς ἐντέροις καὶ τῷ ἥπατι γίγνεσθαι τῶν προστεθέντων, ἀνάδοσιν δὲ πάντη τοῦ σώματος καὶ πρόσθεσιν. εἰ μὲν οὖν ἐπὶ τούτοις εὐθέως τὸ ζῷον λαμβάνοι τροφήν, ἐν ᾧ πάλιν ἡ γαστὴρ χρόνῳ πέττει τε ταύτην καὶ ἀπολαύει προστιθεῖσα πᾶν ἐξ αὐτῆς τὸ χρηστὸν τοῖς ἑαυτῆς χιτῶσι, τὰ μὲν ἔντερα τελέως ὁμοιώσει τὸν προσφύντα χυμόν, ὡσαύτως δὲ καὶ τὸ ἧπαρ. ἐν ὅλῳ δὲ τῷ σώματι πρόσφυσις τῶν προστεθέντων τῆς τροφῆς ἔσται μορίων. εἰ δʼ ἄσιτος ἀναγκάζοιτο μένειν ἡ γαστὴρ ἐν τούτῳ τῷ χρόνῳ, παρὰ τῶν ἐν μεσεντερίῳ τε καὶ ἥπατι φλεβῶν ἕλξει τὴν τροφήν· οὐ γὰρ ἐξ αὐτοῦ γε τοῦ σώματος τοῦ ἥπατος. λέγω δὲ σῶμα τοῦ ἥπατος αὐτήν τε τὴν ἰδίαν αὐτοῦ σάρκα πρώτην καὶ μάλιστα, μετὰ δὲ τήνδε καὶ τῶν ἀγγείων ἕκαστον τῶν κατʼ αὐτό. τὸν μὲν γὰρ ἐν ἑκάστῳ τῶν μορίων ἤδη περιεχόμενον χυμὸν οὐκέτʼ εὔλογον ἀντισπᾶν ἑτέρῳ μορίῳ καὶ μάλισθʼ ὅταν ἤδη πρόσφυσις ἢ ἐξομοίωσις αὐτοῦ γίγνηται. τὸν δʼ ἐν ταῖς εὐρυχωρίαις τῶν φλεβῶν τὸ μᾶλλον ἰσχύον θʼ ἅμα καὶ δεόμενον ἀντισπᾷ μόριον.
13
Οὕτως οὖν καὶ ἡ γαστὴρ ἐν ᾧ χρόνῳ δεῖται μὲν αὐτὴ τροφῆς, ἐσθίει δʼ οὐδέπω τὸ ζῷον, ἐν τούτῳ τῶν κατὰ τὸ ἧπαρ ἐξαρπάζει φλεβῶν. ἐπεὶ δὲ καὶ τὸν σπλῆνα διὰ τῶν ἔμπροσθεν ἐδείκνυμεν ὅσον ἐν ἥπατι παχύτερον ἕλκοντα κατεργάζεσθαί τε καὶ μεταβάλλειν ἐπὶ τὸ χρηστότερον, οὐδὲν οὐδʼ ἐνταῦθα θαυμαστὸν ἕλκεσθαί τι κἀκ τοῦ σπληνὸς εἰς ἕκαστον τῶν κοινωνούντων αὐτῷ κατὰ τὰς φλέβας ὀργάνων, οἷον εἰς ἐπίπλοον καὶ μεσεντέριον καὶ λεπτὸν ἔντερον καὶ κῶλον καὶ αὐτὴν τὴν γαστέρα· κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐξερεύγεσθαι μὲν εἰς τὴν γαστέρα τὸ περίττωμα καθʼ ἕτερον χρόνον, αὐτὸν δʼ αὖθις ἐκ τῆς γαστρὸς ἕλκειν τι τῆς οἰκείας τροφῆς ἐν ἑτέρῳ καιρῷ.