Thesauros Edebiyat medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Kitap 3

4 εὐλόγως οὖν, ὅτι μηδὲ πέψουσιν ἱκανῶς, οἱ ἐν τῶδε τῷ συμπτώματι γενόμενοι προσδοκῶσιν· οὐ γὰρ ἐνδέχεται πέψαι καλῶς ἄρρωστον γαστέρα. τοῖς τοιούτοις δὲ καὶ μέχρι πλείονος ἐν αὐτῇ φαίνεται παραμένον τὸ βάρος, ὡς ἂν καὶ βραδύτερον πέττουσι. καὶ μὴν θαυμάσειεν ἄν τις ἐπʼ αὐτῶν τούτων μάλιστα τὸ πολυχρόνιον τῆς ἐν τῇ γαστρὶ διατριβῆς οὐ τῶν σιτίων μόνον ἀλλὰ καὶ τοῦ πόματος· οὐ γάρ, ὅπερ ἂν οἰηθείη τις, ὡς τὸ τῆς γαστρὸς στόμα τὸ κάτω στενὸν ἱκανῶς ὑπάρχον οὐδὲν παρίησι πρὶν ἀκριβῶς λειωθῆναι, τοῦτʼ αἴτιον ὄντως ἐστί. πολλὰ γοῦν πολλάκις ὀπωρῶν ὀστᾶ μέγιστα καταπίνουσι πάμπολλοι καί τις δακτύλιον χρυσοῦν ἐν τῷ στόματι φυλάττων ἄκων κατέπιε καὶ ἄλλος τις νόμισμα καὶ ἄλλος ἄλλο τι σκληρὸν καὶ δυσκατέργαστον, ἀλλʼ ὅμως ἅπαντες οὗτοι Ῥᾳδίως ἀπεπάτησαν, ἃ κατέπιον, οὐδενὸς αὐτοῖς ἀκολουθήσαντος συμπτώματος. εἰ δέ γʼ ἡ στενότης τοῦ πόρου τῆς γαστρὸς αἰτία τοῦ μένειν ἐπὶ πλέον ἦν τοῖς ἀτρίπτοις σιτίοις, οὐδὲν ἂν τούτων ποτὲ διεχώρησεν. ἀλλὰ καὶ τὸ τὰ πόματʼ αὐτοῖς ἐν τῇ γαστρὶ παραμένειν ἐπὶ πλεῖστον ἱκανὸν ἀπάγειν τὴν ὑπόνοιαν τοῦ πόρου τῆς στενότητος· ὅλως γάρ, εἴπερ ἦν ἐν τῷ κεχυλῶσθαι τὸ θᾶττον ὑπιέναι, τά τε Ῥοφήματʼ ἂν οὕτω καὶ τὸ γάλα καὶ ὁ τῆς πτισάνης χυλὸς αὐτίκα διεξῄει πᾶσιν. ἀλλʼ οὐχ ὧδʼ ἔχει· τοῖς μὲν γὰρ ἀσθενέσιν ἐπὶ πλεῖστον ἐμπλεῖ ταῦτα καὶ κλύδωνας ἐργάζεται παραμένοντα καὶ θλίβει καὶ βαρύνει τὴν γαστέρα, τοῖς δʼ ἰσχυροῖς οὐ μόνον τούτων οὐδὲν συμβαίνει, ἀλλὰ καὶ πολὺ πλῆθος ἄρτων καὶ κρεῶν ὑποχωρεῖ ταχέως.
4 οὐ μόνον δʼ ἐκ τοῦ περιτετάσθαι τὴν γαστέρα καὶ βαρύνεσθαι καὶ μεταρρεῖν ἄλλοτʼ εἰς ἄλλα μέρη μετὰ κλύδωνος τὸ παραμένειν ἐπὶ πλέον ἐν αὐτῇ πάντως τοῖς οὕτως ἔχουσι τεκμήραιτʼ ἄν τις ἀλλὰ κἀκ τῶν ἐμέτων· ἔνιοι γὰρ οὐ μετὰ τρεῖς ὥρας ἢ τέτταρας ἀλλὰ νυκτῶν ἤδη μέσων παμπόλλου μεταξὺ χρόνου διελθόντος ἐπὶ ταῖς προσφοραῖς ἀνήμεσαν ἀκριβῶς ἅπαντα τὰ ἐδηδεσμένα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi