Thesauros Edebiyat medicine Περὶ ἀρχαίας ἰατρικῆς

Περὶ ἀρχαίας ἰατρικῆς

Περὶ ἀρχαίας ἰατρικῆς Hippocrates
16 ψυχρότητα δʼ ἐγὼ καὶ θερμότητα πασέων ἥκιστα τῶν δυναμίων νομίζω δυναστεύειν ἐν τῷ σώματι διὰ τάσδε τὰς αἰτίας· ὃν μὲν ἂν δήπου χρόνον μεμιγμένα αὐτὰ ἑωυτοῖς ἅμα τὸ θερμόν τε καὶ ψυχρὸν ἐνῇ, οὐ λυπεῖ. κρῆσις γὰρ καὶ μετριότης τῷ μὲν θερμῷ γίνεται ἀπὸ τοῦ ψυχροῦ, τῷ δὲ ψυχρῷ ἀπὸ τοῦ θερμοῦ. ὅταν δʼ ἀποκριθῇ χωρὶς ἑκάτερον, τότε λυπεῖ. ἐν δὲ δὴ τούτῳ τῷ καιρῷ, ὅταν τὸ ψυχρὸν ἐπιγένηται καί τι λυπήσῃ τὸν ἄνθρωπον, διὰ τάχεος πρῶτον διʼ αὐτὸ τοῦτο πάρεστιν τὸ θερμὸν αὐτόθεν ἐκ τοῦ ἀνθρώπου, οὐδεμιῆς βοηθείης οὐδὲ παρασκευῆς δεόμενον. καὶ ταῦτα καὶ ἐν ὑγιαίνουσι τοῖς ἀνθρώποις ἀπεργάζεται καὶ ἐν κάμνουσι. τοῦτο μέν, εἴ τις θέλει ὑγιαίνων χειμῶνος διαψῦξαι τὸ σῶμα ἢ λουσάμενος ψυχρῷ ἢ ἄλλῳ τῳ τρόπῳ, ὅσῳ ἂν ἐπὶ πλεῖον αὐτὸ ποιήσῃ, καὶ ἤν γε μὴ παντάπασιν παγῇ τὸ σῶμα, ὅταν εἵματα λάβῃ καὶ ἔλθῃ ἐς τὴν σκέπην, ἔτι μᾶλλον καὶ ἐπὶ πλεῖον θερμαίνεται τὸ σῶμα· τοῦτο δέ, εἰ ἐθέλοι ἐκθερμανθῆναι ἰσχυρῶς ἢ λουτρῷ θερμῷ ἢ πυρὶ πολλῷ, ἐκ δὲ τούτου τὸ αὐτὸ εἷμα ἔχων ἐν τῷ αὐτῷ χωρίῳ τὴν διατριβὴν ποιεῖσθαι ὥσπερ διεψυγμένος, πολὺ φαίνεται καὶ ψυχρότερος καὶ ἄλλως φρικαλεώτερος· ἢ εἰ ῥιπιζόμενός τις ὑπὸ πνίγεος καὶ παρασκευαζόμενος αὐτὸς ἑωυτῷ ψῦχος ἐκ τοιούτου ἂν τρόπου διαπαύσαιτο τοῦτο ποιέων, δεκαπλάσιον ἔσται τὸ καῦμα καὶ πνῖγος ἢ τῷ μηδὲν τοιοῦτο ποιέοντι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi