Thesauros Edebiyat medicine Περὶ ἀέρων, ὑδάτων, τόπων

Περὶ ἀέρων, ὑδάτων, τόπων

Περὶ ἀέρων, ὑδάτων, τόπων Hippocrates
20 μέγα δὲ τεκμήριον ἐς τὴν ὑγρότητα παρέξομαι. Σκυθέων γὰρ τοὺς πολλούς, ἅπαντας ὅσοι Νομάδες, εὑρήσεις κεκαυμένους τούς τε ὤμους καὶ τοὺς βραχίονας καὶ τοὺς καρποὺς τῶν χειρῶν καὶ τὰ στήθεα καὶ τὰ ἰσχία καὶ τὴν ὀσφῦν διʼ ἄλλʼ οὐδὲν ἢ διὰ τὴν ὑγρότητα τῆς φύσιος καὶ τὴν μαλακίην. οὐ γὰρ δύνανται οὔτε τοῖς τόξοις συντείνειν οὔτε τῷ ἀκοντίῳ ἐμπίπτειν τῷ ὤμῳ ὑπὸ ὑγρότητος καὶ ἀτονίης. ὁκόταν δὲ καυθέωσιν, ἀναξηραίνεται ἐκ τῶν ἄρθρων τὸ πολὺ τοῦ ὑγροῦ, καὶ ἐντονώτερα μάλλον γίνεται καὶ τροφιμώτερα καὶ ἠρθρωμένα τὰ σώματα μᾶλλον. ῥοϊκὰ δὲ γίνεται καὶ πλατέα, πρῶτον μὲν ὅτι οὐ σπαργανοῦνται ὥσπερ ἐν Αἰγύπτῳ οὐδὲ νομίζουσι διὰ τὴν ἱππασιην, ὅκως ἂν εὔεδροι ἔωσιν· ἔπειτα δὲ διὰ τὴν ἕδρην· τά τε γὰρ ἄρσενα, ἕως ἂν οὐχ οἷά τε ἐφʼ ἵππου ὀχεῖσθαι, τὸ πολὺ τοῦ χρόνου κάθηνται ἐν τῇ ἁμάξῃ καὶ βραχὺ τῇ βαδίσει χρέονται διὰ τὰς μεταναστάσιας καὶ περιελάσιας· τὰ δὲ θήλεα θαυμαστὸν οἷον ῥοϊκά ἑστι τε καὶ βραδέα τὰ εἴδεα. πυρρὸν δὲ τὸ γένος ἐστὶ τὸ Σκυθικὸν διὰ τὸ ψῦχος, οὐκ ἐπιγινομένου ὀξέος τοῦ ἡλίου. ὑπὸ δὲ τοῦ ψύχεος ἡ λευκότης ἐπι καίεται καὶ γίνεται πυρρή.
21 πολύγονον δὲ οὐχ οἷόν τε εἶναι φύσιν τοιαύτην. οὔτε γὰρ τῷ ἀνδρὶ ἡ ἐπιθυμίη τῆς μείξιος γίνεται πολλὴ διὰ τὴν ὑγρότητα τῆς φύσιος καὶ τῆς κοιλίης τὴν μαλθακότητά τε καὶ τὴν ψυχρότητα, ἀφʼ ὅτων ἥκιστα εἰκὸς ἄνδρα οἷόν τε λαγνεύειν· καὶ ἔτι ὑπὸ τῶν ἵππων αἰεὶ κοπτόμενοι ἀσθενέες γίνονται ἐς τὴν μεῖξιν. τοῖσι μὲν ἀνδράσιν αὗται αἱ προφάσιες γίνονται, τῇσι δὲ γυναιξὶν ἥ τε πιότης τῆς σαρκὸς καὶ ὑγρότης· οὐ γὰρ δύνανται ἔτι συναρπάζειν αἱ μῆτραι τὸν γόνον· οὔτε γὰρ ἐπιμήνιος κάθαρσις αὐτῇσι γίνεται ὡς χρεών ἐστιν, ἀλλʼ ὀλίγον καὶ διὰ χρόνου, τό τε στόμα τῶν μητρέων ὑπὸ πιμελῆς συγκλείεται καὶ οὐχ ὑποδέχεται τὸν γόνον· αὐταί τε ἀταλαίπωροι καὶ πίεραι καὶ αἱ κοιλίαι ψυχραὶ καὶ μαλθακαί. ὑπὸ τούτων τῶν ἀναγκέων οὐ πολύγονόν ἐστι τὸ γένος τὸ Σκυθικόν. μέγα δὲ τεκμήριον αἱ οἰκέτιδες ποιέουσιν· οὐ γὰρ φθάνουσι παρὰ ἄνδρα ἀφικνεύμεναι καὶ ἐν γαστρὶ ἴσχουσιν διὰ τὴν ταλαιπωρίην καὶ ἰσχνότητα τῆς σαρκός.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi