Thesauros Edebiyat medicine Προγνωστικόν

Προγνωστικόν

Προγνωστικόν Hippocrates
5 πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴ ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισι· μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην δηλοῖ ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίγνεται. Εὔ πνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν ἐς σωτηρίη ἐν ἅπασι τοῖσιν ὁξέσι νουσήμασιν, ὅσα ξὺν πυρετοῖσίν ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρησι κρίνεται.
6 οἱ δὲ ἱδρῶτες ἀριστοι μέν εἰσιν ἐν πᾶσι τοῖσιν ὀξέσι νουσμασιν, ὁκόσοι ἐν ἡμέρῃσί τε κρισίμοισι γίγνονται καὶ τελείως τὸν πυρετὸν ἀπαλλάσσουσιν. ἀγαθοὶ δὲ καὶ ὁκόσοι διὰ παντὸς τοῦ σώματος γιγνόμενοι ἀπέδειξαν τὸν ἄνθρωπον εὐπετέστερον φέροντα τὸ νούσημα. οἳ δʼ ἂν μὴ τοιοῦτόν τι ἐξεργάσωνται, οὐ λυσιτελέες. κάκιστοι δὲ οἱ ψυχροί τε καὶ μοῦνον περὶ τὴν κεφαλήν τε καὶ τὸ πρόσωπον γιγνόμενοι καὶ τὸν αὐχένα· οὗτοι γὰρ ξὺν μὲν ὀξεῖ πυρετῷ θάνατον προσημαίνουσι, ξὺν δὲ πρηϋτέρῳ, μῆκος νούσου. καὶ οἱ κατὰ πᾶν τὸ σῶμα ὡσαύτως γιγνόμενοι τοῖσι περὶ τὴν κεφαλήν· οἱ δὲ κεγχροειδέες καὶ μοῦνον περὶ τὸν τράχηλον γιγνόμενοι πονηροί. οἱ δὲ μετὰ σταλαγμῶν καὶ ἀτμίζοντες, ἀγαθοί. κατανοέειν δὲ χρὴ τὸ ξύνολον τῶν ἱδρώτων. γίγνονται γὰρ οἱ μὲν διʼ ἔκλυσιν σωμάτων, οἱ δὲ διὰ ξυντονίην φλεγμονῆς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi