Thesauros Edebiyat medicine Περὶ διαίτης ὀξέων. Νόθα

Περὶ διαίτης ὀξέων. Νόθα

Περὶ διαίτης ὀξέων. Νόθα Hippocrates
19 Χολέρης δὲ ξηρῆς ἡ γαστὴρ πεφύσηται, καὶ ψόφοι ἔνεισι, καὶ ὀδύνη πλευρέων καὶ ὀσφύος, διαχωρέει δὲ οὐδὲν κάτω, ἀλλʼ ἀπεστέγνωται. τὸν τοιόνδε διαφύλαξον, ὅκως μὴ ἐμέσηται, ἀλλʼ ἡ κοιλίη ὑπελεύσηται. Κλύσον οὖν ὅτι τάχιστα θερμῷ καὶ ὡς λιπαρωτάτῳ, καὶ ἐς ὕδωρ, ἀλείφων ὡς πλείστῳ, κάθιε θερμὸν, ἐν σκάφῃ κατακλίνων, καὶ τοῦ θερμοῦ παράχεε κατὰ σμικρὸν, καὶ ἢν θερμαινομένῳ αὐτέῳ ἡ κοιλίη ὑπάγῃ, λέλυται. ξυμφέρει δὲ καὶ ἐγκοιμᾶσθαι τῷ τοιῷδε, καὶ πίνειν οἶνον λεπτὸν καὶ παλαιὸν καὶ ἀκρητέστερον, καὶ ἔλαιον δίδου, ὥστε ἡσυχίη καὶ ἡ κοιλίη ὑπίῃ, καὶ λέλυται. σίτων δὲ καὶ τῶν ἄλλων ἀπεχέσθω. ἢν δὲ μὴ ἀνῇ ὁ πόνος, ὄνου γάλα δίδου πίνειν, ἕως ἂν καθαρθῇ. ἢν δὲ ὑγρὴ ἡ κοιλίη ᾖ, καὶ χολὴ ὑποχωρέῃ, καὶ στρόφοι, καὶ ἔμετοι, καὶ πνιγμοὶ, καὶ δηγμοὶ, τούτοισι κράτιστον ἀτρεμίζειν· πίνειν δὲ μελίκρητον, καὶ μὴ ἐξεμέειν.
20 Ὑδρώπων δύο φύσιες, ὧν ὁ μὲν ὑποσαρκίδιος, ἐγχειρέων γίγνεσθαι ἄφυκτος, ὁ δὲ μετʼ ἐμφυσημάτων, πολλῆς εὐτυχίης δεόμενος· μάλιστα δὲ ταλαιπωρίη, καὶ πυρίη, καὶ ἐγκρατείη· ξηρὰ δὲ καὶ δριμέα ἐσθιέτω· οὕτω γὰρ οὐρητικώτατος ἂν εἴη, καὶ ἰσχύοι μάλιστα. ἢν δὲ δύσπνοος ᾖ, καὶ ἡ ὥρη θερινὴ ἐοῦσα τύχῃ, καὶ ἡ ἡλικίη ἀκμάζη, καὶ ῤώμη ᾖ, ἀπὸ τοῦ βραχίονος αἷμα ἀφαιρέειν· εἶτα θερμοὺς ἄρτους ἐξ οἴνου μέλανος καὶ ἐλαίου ἀποβάπτων ἐσθιέτω· καὶ ὡς ἐλάχιστα πίνων, ὡς πλεῖστα πονεέτω, καὶ κρέα ὕεια σαρκώδεα ἐσθιέτω μετὰ ὄξους ἑφθὰ, ὅκως πρὸς τοὺς προσάντεας περιπάτους ἀντέχῃ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi