Kitap 1
1
α′. Φιλίσκος ᾤκει παρὰ τὸ τεῖχος· κατεκλίνη, τῇ πρώτῃ πυρετὸς ὀξύς, ἵδρωσεν, ἐς νύκτα ἐπιπόνως· δευτέρῃ πάντα παρωξύνθη, ὀψὲ δὲ ἀπὸ κλυσματίου καλῶς διῆλθε· νύκτα διʼ ἡσυχίης. τρίτῃ πρωὶ καὶ μέχρι μέσου ἡμέρης ἔδοξε γενέσθαι ἄπυρος, πρὸς δείλην δὲ πυρετὸς ὀξὺς μετὰ ἱδρῶτος, διψώδης, γλῶσσα ἐπεξηραίνετο, μέλανα οὔρησε· νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, πάντα παρέκρουσε. τετάρτῃ πάντα παρωξύνθη, οὖρα μέλανα· νύκτα εὐφορωτέρην, οὖρα εὐχροώτερα. πέμπτῃ περὶ μέσον ἡμέρης σμικρὸν ἀπὸ ῥινῶν ἔσταξεν ἄκρητον· οὖρα δὲ ποικίλα, ἔχοντα ἐναιωρήματα στρογγύλα, γονοειδέα, διεσπας μένα, οὐχ ἱδρύετο· προσθεμένῳ δὲ βάλανον φυσώδεα σμικρὰ διῆλθε. νύκτα ἐπιπόνως, ὕπνοι σμικροί, λόγοι, λῆρος, ἄκρεα πάντοθεν ψυχρὰ καὶ οὐκέτι ἀναθερμαινόμενα, οὔρησε μέλανα, ἐκοιμήθη σμικρὰ πρὸς ἡμέρην, ἄφωνος, ἵδρωσε ψυχρῷ, ἄκρεα πελιδνά. περὶ δὲ μέσον ἡμέρης ἑκταῖος ἀπέθανεν. τούτῳ πνεῦμα διὰ τέλεος, ὥσπερ ἀνακαλεομένῳ, ἀραιὸν μέγα· σπλὴν ἐπήρθη περιφερεῖ κυρτώματι, ἱδρῶτες ψυχροὶ διὰ τέλεος. οἱ παροξυσμοὶ ἐν ἀρτίῃσιν.