Thesauros Edebiyat medicine Ἐπιδημίων

Ἐπιδημίων

Ἐπιδημίων Hippocrates

Kitap 1

14 ιδ′. Μελιδίῃ, ἣ κατέκειτο παρὰ Ἥρης ἱρόν, ἤρξατο κεφαλῆς καὶ τραχήλου καὶ στήθεος πόνος ἰσχυρός· αὐτίκα δὲ πυρετὸς ὀξὺσἔλαβεν· γυναικεῖα δὲ σμικρὰ ἐπεφαίνετο· πόνοι τούτων πάντων συνεχέες. ἕκτῃ κωματώδης, ἀσώδης, φρικώδης, ἐρύθημα ἐπὶ γνάθων, σμικρὰ παρέκρουσεν. ἑβδόμῃ ἵδρωσε, πυρετὸς διέλιπεν, οἱ πόνοι παρέμενον, ὑπέστρεψεν, ὕπνοι σμικροί· οὖρα διὰ τέλεος εὔχρω μέν, λεπτὰ δέ· διαχωρήματα λεπτά, χολώδεα, δακνώδεα, ὀλίγα, μέλανα, δυσώδεα διῆλθεν, οὔροις ὑπόστασις λευκή, λείη· ἵδρωσεν. ἐκρίθη τελέως ἑνδεκάτῃ.
← Önceki 28 / 28

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi