Kitap 1
7
οἱ δὲ δὴ συνεχέες μὲν τὸ ὅλον καὶ οὐδὲν ἐκλείποντες, παροξυνόμενοι δὲ πᾶσι τριταιοφυέα τρόπον, μίαν ὑποκουφίζοντες καὶ μίαν παροξυνόμενοι, πάντων βιαιότατοι τῶν τότε γενομένων καὶ μακρότατοι καὶ μετὰ πόνων μεγίστων γενόμενοι· πρηέως ἀρχόμενοι, τὸ δʼ ὅλον ἐπιδιδόντες αἰεὶ καὶ παροξυνόμενοι καὶ ἀνάγοντες ἐπὶ τὸ κάκιον· σμικρὰ διακουφίζοντες καὶ ταχὺ πάλιν ἐξ ἐπισχέσιος βιαιοτέρως παροξυνόμενοι, ἐν κρισί μοις ὡς ἐπὶ τὸ πολὺ κακούμενοι. ῥίγεα δὲ πᾶσι μὲν ἀτάκτως καὶ πεπλανημένως ἐγίνετο, ἐλάχιστα δὲ καὶ ἥκιστα τούτοισιν, ἀλλʼ ἐπὶ τῶν ἄλλων πυρετῶν μέζω. ἱδρῶτες πολλοί, τούτοισι δὲ ἐλάχιστοι, κουφίζοντες οὐδέν, ἀλλʼ ὑπεναντίον βλάβας φερόντες. ψύξις δὲ πολλὴ τούτοισιν ἀκρέων καὶ μόγις ἀναθερμαινόμενα. ἄγρυπνοι τὸ σύνολον καὶ μάλιστα οὗτοι καὶ πάλιν κωματώδεες. κοιλίαι δὲ πᾶσι μὲν ταραχώδεες καὶ κακαί, πολὺ δὲ τούτοισι κάκισται. οὖρα δὲ τοῖσι πλείστοισι τούτων ἢ λεπτὰ καὶ ὠμὰ καὶ ἄχρω καὶ μετὰ χρόνον σμικρὰ πεπαινόμενα κρισίμως ἢ πάχος μὲν ἔχοντα, θολερὰ δὲ καὶ οὐδὲν καθιστάμενα, οὐδʼ ὑφιστάμενα, ἢ σμικρὰ καὶ κακὰ καὶ ὠμὰ τὰ ὑφιστάμενα· κάκιστα δὲ ταῦτα πάντων. βῆχες δὲ παρείποντο μὲν τοῖς πυρετοῖσι, γράψαι δὲ οὐκ ἔχω βλάβην οὐδʼ ὠφελείην γενομένην διὰ βηχὸς τότε.