Kitap 3
12
πολλὰ δὲ καὶ ἄλλα πυρετῶν ἐπεδήμησεν εἴδεα, τριταίων, τεταρταίων, νυκτερινῶν, συνεχέων, μακρῶν, πεπλανημένων, ἀσωδέων, ἀκαταστάτων. ἅπαντες δὲ οὗτοι μετὰ πολλῆς ἐγίνοντο ταραχῆς· κοιλίαι τε γὰρ τοῖσι πλείστοισιν ταραχώδεες, φρικώδεες· ἱδρῶτες οὐ κρίσιμοι, καὶ τὰ τῶν οὔρων ὡς ὑπογέγραπται. μακρὰ δὲ τοῖσι πλείστοισι τούτων· οὐδὲ γὰρ αἱ γινόμεναι τούτοισιν ἀποστάσιες ἔκρινον ὥσπερ ἐπὶ τοῖσιν ἄλλοισι. δύσκριτα μὲν οὖν πᾶσι πάντα ἐγίνετο καὶ ἀκρισίαι καὶ χρόνια, πολὺ δὲ μάλιστα τούτοις. ἔκρινε δὲ τούτων ὀλίγοισι περὶ ὀγδοηκοστήν. τοῖσι δὲ πλείστοισιν ἐξέλειπεν ὡς ἔτυχεν. ἔθνῃσκον δὲ τούτων ὀλίγοι ὑπὸ ὕδρωπος ὀρθοστάδην. πολλοῖσι δὲ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νοσήμασιν οἰδήματα παρώχλει, πολὺ δὲ μάλιστα τοῖσι φθινώδεσι.