Kitap 3
3
γ′. ἐν Θάσῳ Πυθίωνα, ὃς κατέκειτο ὑπεράνω τοῦ Ἡρακλείου, ἐκ πόνων καὶ κόπων καὶ διαίτης γενομένης ἀμελέος ῥῖγος μέγα καὶ πυρετὸς ὀξὺς ἔλαβε. γλῶσσα ἐπίξηρος, διψώδης, χολώδης, οὐχ ὕπνωσεν, οὖρα ὑπομέλανα, ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο. δευτέρῃ περὶ μέσον ἡμέρης ψύξις ἀκρέων, τὰ περὶ χεῖρας καὶ κεφαλὴν μᾶλλον, ἄναυδος, ἄφωνος, βραχύπνοος ἐπὶ πολὺν χρόνον, ἀνεθερμάνθη, δίψα, νύκτα διʼ ἡσυχίης, ἵδρωσε περὶ κεφαλὴν σμικρά. τρίτῃ ἡμέρην διʼ ἡσυχίης, ὀψὲ δὲ περὶ ἡλίου δυσμὰς ὑπεψύχθη σμικρά, ἄση, ταραχή, νυκτὸς ἐπιπόνως, οὐδὲν ὕπνωσεν, ἀπὸ δὲ κοιλίης σμικρὰ συνεστηκότα κόπρανα διῆλθε. τετάρτῃ πρωὶ διʼ ἡσυχίης, περὶ δὲ μέσον ἡμέρης πάντα παρωξύνθη, ψύξις, ἄναυδος, ἄφωνος, ἐπὶ τὸ χεῖρον, ἀνεθερμάνθη μετὰ χρόνον, οὔρησε μέλανα ἐναιώρημα ἔχοντα, νύκτα διʼ ἡσυχίης, ἐκοιμήθη· πέμπτῃ ἔδοξε κουφίσαι, κατὰ δὲ κοιλίην βάρος μετὰ πόνου, διψώδης, νύκτα ἐπιπόνως. ἕκτῃ πρωὶ μὲν διʼ ἡσυχίης, δείλης δὲ οἱ πόνοι μέζους, παρωξύνθη, ἀπὸ δὲ κοιλίης ὀψὲ κλυσματίῳ καλῶς διῆλθε, νυκτὸς ἐκοιμήθη. ἑβδόμῃ ἡμέρῃ ἀσώδης, ὑπεδυσφόρει, οὔρησεν ἐλαιῶδες, νυκτὸς ταραχὴ πολλή, παρέλεγεν, οὐδὲν ἐκοιμήθη. ὀγδόῃ πρωὶ μὲν ἐκοιμήθη σμικρά, ταχὺ δὲ ψύξις, ἀφωνίη, λεπτὸν πνεῦμα καὶ μινυθῶδες, ὀψὲ δὲ πάλιν ἀνεθερμάνθη, παρέκρουσεν, ἤδη δὲ πρὸς ἡμέρην σμικρὰ ἐκουφίσθη, διαχωρήματα ἄκρητα, σμικρὰ, χολώδεα. ἐνάτῃ κωματώδης, ἀσώδης, ὅτε διεγείροιτο· οὐ λίην διψώδης· περὶ δὲ ἡλίου δυσμὰς ἐδυσφόρει, παρέλεγε, νύκτα κακήν. δεκάτῃ πρωὶ ἄφωνος, πολλὴ ψύξις, πυρετὸς ὀξύς, πολὺς ἱδρώς, ἔθανεν. ἐν ἀρτίῃσιν οἱ πόνοι τούτῳ.
4
δ′. ὁ φρενιτικὸς τῇ πρώτῃ κατακλιθεὶς ἤμεσεν ἰώδεα πολλά, λεπτά, πυρετὸς φρικώδης πολύς, ἱδρὼς συνεχὴς διʼ ὅλου, κεφαλῆς καὶ τραχήλου βάρος μετʼ ὀδύνης, οὖρα λεπτά, ἐναιωρήματα σμικρά, διεσπασμένα, οὐχ ἵδρυτο. ἀπὸ δὲ κοιλίης ἐξεκόπρισεν ἀθρόα πολλὰ, παρέκρουσεν, οὐδὲν ὕπνωσε. δευτέρῃ πρωὶ ἄφωνος, πυρετὸς ὀξύς, ἵδρωσεν, οὐ διέλιπε, παλμοὶ διʼ ὅλου τοῦ σώματος, νυκτὸς σπασμοί. τρίτῃ πάντα παρωξύνθη. τετάρτῃ ἔθανεν.