Kitap 3
12
ιβ′. ἐν Λαρίσῃ παρθένον πυρετὸς ἔλαβε καυσώδης, ὀξύς· ἄγρυπνος, διψώδης, γλῶσσα λιγνυώδης, ξηρή· οὖρα εὔχρω μέν, λεπτὰ δέ. δευτέρῃ ἐπιπόνως, οὐχ ὕπνωσε. τρίτῃ πολλὰ διῆλθεν ἀπὸ κοιλίης ὑδατόχλοα, καὶ τὰς ἑπομένας ᾔει τοιαῦτα εὐφόρως. τετάρτῃ οὔρησε λεπτὸν ὀλίγον, εἶχεν ἐναιώρημα μετέωρον, οὐχ ἱδρύετο, παρέκρουσεν ἐς νύκτα. ἕκτῃ διὰ ῥινῶν λάβρον ἐρρύη πολύ· φρίξασα ἵδρωσε πολλῷ θερμῷ διʼ ὅλου· ἄπυρος· ἐκρίθη. ἐν δὲ τοῖσι πυρετοῖσι καὶ ἤδη κεκριμένων γυναικεῖα κατέβη πρῶτον τότε· παρθένος γὰρ ἦν. ἦν δὲ διὰ παντὸς ἀσώδης, φρικώδης, ἔρευθος προσώπου, ὀμμάτων ὀδύνη· καρηβαρική. ταύτῃ οὐχ ὑπέστρεψεν, ἀλλʼ ἐκρίθη. οἱ πόνοι ἐν ἀρτίῃσιν.