Thesauros Edebiyat medicine Ἐπιδημίων

Ἐπιδημίων

Ἐπιδημίων Hippocrates

Kitap 3

13 ιγ′. Ἀπολλώνιος ἐν Ἀβδήροισιν ὀρθοστάδην ὑπεφέρετο χρόνον πολύν. ἦν δὲ μεγαλόσπλαγ χνος, καὶ περὶ ἧπαρ συνήθης ὀδύνη χρόνον πολὺν παρείπετο, καὶ δὴ τότε καὶ ἰκτερώδης ἐγένετο, φυσώδης, χροιῆς τῆς ὑπολεύκου. φαγὼν δὲ καὶ πιὼν ἀκαιρότερον βόειον ἐθερμάνθη σμικρὰ τὸ πρῶτον, κατεκλίθη. γάλαξι δὲ χρησάμενος ἑφθοῖσι καὶ ὠμοῖσι πολλοῖσιν, αἰγείοισι καὶ μηλείοισι, καὶ διαίτῃ κακῇ πάντων, βλάβαι μεγάλαι· οἵ τε γὰρ πυρετοὶ παρωξύνθησαν, κοιλίη τε τῶν προσενεχθέντων οὐδὲν διέδωκεν ἄξιον λόγου, οὖρά τε λεπτὰ καὶ ὀλίγα διῄει· ὕπνοι οὐκ ἐνῆσαν· ἐμφύσημα κακόν, πολὺ δίψος, κωματώδης, ὑποχονδρίου δεξιοῦ ἔπαρμα σὺν ὀδύνῃ, ἄκρεα πάντοθεν ὑπόψυχρα, σμικρὰ παρέλεγε, λήθη πάντων ὅ τι λέγοι, παρεφέρετο. περὶ δὲ τεσσα ρεσκαιδεκάτην, ἀφʼ ἧς κατεκλίθη, ῥιγώσας ἐπεθερμάνθη· ἐξεμάνη· βοή, ταραχή, λόγοι πολλοί, καὶ πάλιν ἵδρυσις, καὶ τὸ κῶμα τηνικαῦτα προσῆλθε. μετὰ δὲ ταῦτα κοιλίη ταραχώδης πολλοῖσι χολώδεσιν, ἀκρήτοισιν, ὠμοῖσιν· οὖρα μέλανα, σμικρά, λεπτά· πολλὴ δυσφορίη· τὰ τῶν διαχωρημάτων ποικίλως· ἢ γὰρ μέλανα καὶ σμικρὰ καὶ ἰώδεα ἢ λιπαρὰ καὶ ὠμὰ καὶ δακνώδεα· κατὰ δὲ χρόνους ἐδόκει καὶ γαλακτώδεα διδόναι. περὶ δὲ εἰκοστὴν τετάρτην διὰ παρηγορίης· τὰ μὲν ἄλλα ἐπὶ τῶν αὐτῶν, σμικρὰ δὲ κατενόησεν· ἐξ οὗ δὲ κατεκλίθη, οὐδενὸς ἐμνήσθη· πάλιν δὲ ταχὺ παρενόει, ὥρμητο πάντα ἐπὶ τὸ χεῖρον. περὶ δὲ τριηκοστὴν πυρετὸς ὀξύς, διαχωρήματα πολλὰ λεπτά, παράληρος, ἄκρεα ψυχρά, ἄφωνος. τριηκοστῇ τετάρτῃ ἔθανε. τούτῳ διὰ τέλεος, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλίη ταραχώδης, οὖρα λεπτὰ μέλανα, κωματώδης, ἄγρυπνος, ἄκρεα ψυχρά, παράληρος διὰ τέλεος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi