Thesauros Edebiyat medicine Ἐπιδημίων

Ἐπιδημίων

Ἐπιδημίων Hippocrates

Kitap 3

9 θ′.ἡ παρὰ Τεισαμενοῦ γυνὴ κατέκειτο, ᾗ τὰ εἰλεώδεα δυσφόρως ὥρμησεν. ἔμετοι πολλοί, ποτὸν κατέχειν οὐκ ἠδύνατο. πόνοι περὶ ὑποχόνδρια. καὶ ἐν τοῖσι κάτω κατὰ κοιλίην οἱ πόνοι. στρόφοι συνεχέες. οὐ διψώδης. ἐπεθερμαίνετο, ἄκρεα ψυχρὰ διὰ τέλεος. ἀσώδης, ἄγρυπνος. οὖρα ὀλίγα, λεπτά. διαχωρήματα ὠμά, λεπτὰ, ὀλίγα. ὠφελεῖν οὐκέτι ἠδύνατο, ἀπέθανεν.
10 ι′.γυναῖκα ἐξ ἀποφθορῆς νηπίου τῶν περὶ Παντιμίδην τῇ πρώτῃ πῦρ ἔλαβε. γλῶσσα ἐπίξηρος, διψώδης, ἀσώδης, ἄγρυπνος. κοιλίη ταραχώδης λεπτοῖσι, πολλοῖσιν, ὠμοῖσι. δευτέρῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, ἀπὸ κοιλίης πολλά, οὐχ ὕπνωσε. τρίτῃ μείζους οἱ πόνοι. τετάρτῃ παρέκρουσεν· ἑβδόμῃ ἀπέθανε. κοιλίη διὰ παντὸς ὑγρὴ διαχωρήμασι πολλοῖσι, λεπτοῖσιν, ὠμοῖσιν· οὖρα ὀλίγα λεπτά.
11 ια′.ἑτέρην ἐξ ἀποφθορῆς περὶ πεντάμηνον, Ἱκέτεω γυναῖκα, πῦρ ἔλαβεν. ἀρχομένη κωματώδης ἦν, καὶ πάλιν ἄγρυπνος, ὀσφύος ὀδύνη, κεφαλῆς βάρος. δευτέρῃ κοιλίη ἐπεταράχθη ὀλίγοισι, λεπτοῖσιν, ἀκρήτοισι τὸ πρῶτον. τρίτῃ πλείω, χείρω· νυκτὸς οὐδὲν ἐκοιμήθη. τετάρτῃ παρέκρουσε, φόβοι, δυσθυμίαι. δεξιῷ ἴλλαινε, ἵδρωσε περι κεφαλὴν ὀλίγῳ ψυχρῷ, ἄκρεα ψυχρά· πέμπτῃ πάντα παρωξύνθη, πολλὰ παρέλεγε καὶ πάλιν ταχὺ κατενόει· ἄδιψος, ἄγρυπνος, κοιλίη πολλοῖσιν ἀκαίροισι διὰ τέλεος· οὖρα ὀλίγα, λεπτά, ὑπομέλανα· ἄκρεα ψυχρά, ὑποπέλιδνα. ἕκτῃ διὰ τῶν αὐτῶν. ἑβδόμῃ ἀπέθανε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi